Homilia de semente

 ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξη ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πά λιν ὁ σπόρος

 οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων π

 ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν, ἄκουε τῶν Εὐαγγελίων λεγόντων· «Καὶ πολλὰ σώματα τῶν κε κοιμημένων ἁγίων ἀνέστησεν.» Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μ

 ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων. Χρισθεὶς δὲ ὁ ∆αβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ' ἠνείχετο πολλοῖς χρό

 πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ ∆α βὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβρ

 ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν ∆αβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας

 ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατη 28.164 γορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· «Ἀνάστη

 ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· «Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; «Εἰ γὰρ εἶπεν αὐ

 ἐλεημοσύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας,

ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· «Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; «Εἰ γὰρ εἶπεν αὐτοῖς, ἔξεστιν ἐργάσασθαι; εὐθέως ἂν ἔλεγον, Παρὰ τὸν νό μον λέγεις. Νυνὶ δὲ εἶπεν αὐτοῖς, ὃ καὶ ὁ νόμος ἐβού λετο· ὁ γὰρ περὶ τοῦ Σαββάτου νομοθετήσας προσ ετίθει, ὅτι Πλὴν τούτου, ὃ ἐπὶ ψυχὴν ποιηθήσεται. Αὐ τίκα ἐὰν Σαββάτῳ πέσῃ ἄνθρωπος εἰς βάθη, ἔξεστιν Ἰουδαίοις ἀνασπάσαι· οὐ μόνον ἄνθρωπον, ἀλλὰ καὶ βοῦν καὶ ὄνον. Οὕτω τὰ ἐπὶ σωτηρίᾳ συνεχώρει ὁ νό μος γίνεσθαι, καὶ ἐτρέφοντο Ἰουδαῖοι ἐν Σαββάτῳ. Ἠρώτησέ τις νῦν αὐτοὺς οὐ τὸ ἀντιλεγόμενον, ἀλλὰ τὸ ὁμολογούμενον· Ἔξεστιν ἀγαθοποιῆσαι; Ἀλλ' οὐδὲ λέγουσι, Ναί· οὐ γὰρ ἦσαν ἀγαθῆς προαιρέσεως. «Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προ φέρει τὸ ἀγαθόν.» Πονηροὶ δὲ ὄντες Ἰουδαῖοι, περὶ ἀγαθῶν οὐ συντίθενται, καὶ οὔτε ἀγαθοποιῆσαι ὡμο λόγουν, οὔτε κακοποιῆσαι εἰπεῖν ἠδύναντο· ἀναίσχυν τον γὰρ ἦν τὸ ῥῆμα· ἀλλὰ σιωπῶσιν. Ὅτε δὲ διὰ φλυαρίαν, πολλὰ φλυαροῦσιν· ὅτε διὰ κατηγορίαν, μεγάλα κραυγάζουσιν· «Αἶρε, αἶρε, σταύρωσον.» Οὗτος ὁ ἄνθρωπος τάδε καὶ τάδε ἐποίησεν. Ὅτι δεῖ ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι, ἢ ἀπολέσαι, οἱ μὲν σιωπῶσιν· ὁ δὲ, συλλυπούμενος τῇ καρδίᾳ ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, εἶπε τῷ ἀνθρώπῳ· Οἱ βλέποντες βλεπέτωσαν, οἱ ἀνήκοοι, ὡς βούλονται πράττειν, πραττέτωσαν· οἱ σκληροκάρδιοι ἀπολιθούσθωσαν· ἁπαλυνέσθω δέ σου ἡ δεξιά. Ἔγειραι, μηκέτι προσαίτει. Τὸ γὰρ, ἔγειραι, τὸ καθ έζεσθαι ἐδήλου. Ὁ δὲ ξηρὰν ἔχων τὴν χεῖρα τί ἐκαθ έζετο, ἢ πάντως εἰς τὸ προσαιτεῖν; Οὐ δίδωμί σοι ἀργύριον, ἵνα μὴ ἀναλώσῃς· ὑγείαν σοι δίδωμι, μη δέποτε δαπανωμένην. Μηδὲ διὰ τὸ ξηρὰν ἔχειν τὴν χεῖρα προσαίτει, ἀλλ' ἀπολαβὼν αὐτὴν ὑγιῆ, λοιπὸν καὶ σώαν ἐργασάμενος, ἔκτεινον τὴν χεῖρά σου πτω χῷ. Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον· γενοῦ θέατρον τοῖς βλέπουσιν. Ἐν σοὶ ὁ ἀγὼν λοιπὸν ἀγωνίζεται ὁ περὶ Σαββάτου. Στῆθι εἰς τὸ μέσον, ἵνα καὶ οἱ χω λεύοντες τὰς ἰγνύας στῶσιν, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἴδωσι. Στῆθι εἰς τὸ μέσον, καὶ λαλήσας πρὸς τοὺς 28.168 Ἰουδαίους τὰ εἰρημένα, ὅτι ἔξεστι τόδε ποιῆσαι ἢ οὔ; Τότε λέγει πρὸς αὐτόν· Ἔκτεινον τὴν χεῖρά σου· οὐκ ἐγὼ ἅπτομαι, ἵνα μὴ Ἰουδαῖοι κατηγορήσωσιν· ἵνα μὴ τὸ ἅψασθαι ἔργον εἶναι νομίσωσι, λόγῳ λαλῶ. Οὐκ εἶπεν ὁ Θεὸς, Μὴ λάλει ἐν Σαββάτῳ. Ἐὰν δὲ ὁ λόγος ἔργον γένηται, θαυμαζέσθω ὁ λαλήσας. Ἔκτεινον τὴν χεῖρά σου. Βλέπε μοι διαφορὰν πράγματος· ὁ Πέτρος ἐν Ὡραίᾳ πύλῃ παραλυτικὸν σώζων, πιάσας δεξιᾶς χειρὸς ἤγειρεν. Ὁ δοῦλος κρατῶν ἐκτείνει· ὁ δεσπότης κελεύων ἐκτείνει. Ἔκτεινον τὴν χεῖρά σου· σοὶ δίδωμι τὴν δύναμιν, καὶ τὴν ἐνέργειαν τῆς θεραπείας. ∆ιὰ τῶν λόγων κελεύσας ἐντίθημι· Ἔκτεινον τὴν χεῖρά σου. Ὁ μὲν εἶπεν, ὁ δὲ ἐποίησε. Καὶ ἡ μὲν ξηρὰ χεὶρ ἀποκατεστάθη· τὸ δὲ ξηρὸν τῆς διανοίας τῶν Ἰουδαίων οὐκ ἐθεραπεύθη· ἀλλ' ἐξελθόντες, κατὰ τὸ ἀρτίως ἀνάγνωσμα, διελογίζοντο, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ. ∆ιαλογίζῃ, τί ποιήσεις; προσκύνησον ὡς Θεὸν, προσκύνησον τὸν θαυματοποιὸν, προσκύνησον ἄνθρωπον τὰ ὑπὲρ ἄνθρωπον ἐργασάμενον. Οὐκ ἐμπλάστρους προσέθηκεν, οὐκ ἐμβροχαῖς τισιν ἡπάλυνεν, οὐ μυρία φάρμακα ἰατρικὰ προσήνεγκεν. Εἰς τὸ μέσον ἦν ὁ ἑστὼς, πάντες ἔβλεπον τὸ γενόμενον· μὴ γὰρ κρύφιον ἦν τὸ ἐργαζόμενον· ἵνα μή τις εἴπῃ· Βοτάνην προσήνεγκεν, ἔμπλαστρον προσέθηκεν. Ἔγειραι, στῆθι εἰς τὸ μέσον, ἵνα πάντως μὴ κατηγορήσωσι τῆς ἀληθείας· ἵνα ἀσυκοφάντητον γένηται τὸ πρᾶγμα. Ἐξελθόντες δὲ ἐκεῖνοι διελογίζοντο, τί ποιήσωσι τῷ Ἰησοῦ· ὡς καὶ ἐνταῦθα κατὰ τήνδε τὴν ὥραν, ἕστηκέ τις ξηρὰν ἔχων τὴν χεῖρα, ὁ μὴ ἐκτείνων πτωχῷ ἐλεημοσύνην. Οὗτος κἀν ὑγιαίνῃ τὸ σῶμα, ξηρός ἐστι τὴν διάνοιαν. Ἄκουσον καὶ σὺ κατὰ τήνδε τὴν ὥραν τῶν σωτηρίων λόγων λεγόντων· Ἔκτεινον τὴν χεῖρά σου· καὶ ἀπὸ τοῦ σήμερον ἄρξαι ποιεῖν

9