ἐν Γαὶ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μοάβ· ἀπὸ Γαὶ εἰς ∆αιβωνγάδ· ἀπὸ ∆αιβωνγὰδ εἰς Γελμωνδαιβλα θέμ· καὶ ἀπὸ Γελμωνδαιβλαθὲμ ἐπὶ τὰ ὄρη τὰ 28.308 Ἀβαρεὶμ ἀπέναντι Ἀβαῦ· ἀπὸ ὀρέων Ἀβαρεὶμ εἰς δυσμὰς Μωὰβ, παρὰ τοῦ Ἰορδάνου καταἹεριχὼ, καὶ παρενέβαλον παρὰ Ἰορδάνην. Οἱ μὲν σταθμοὶ μγʹ. Ὧδε δὲ τροπώσας καὶ κρατήσας ἐθνῶν, ἐν τῷ πέραν τοῦ Ἰορδάνου Μωϋσῆς, καὶ ἀναιρεθέντος τοῦ Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, καὶ τοῦ Ὢγ βασιλέως τῆς Βασὰν, ὃς ἦν ἐκ τῶν γιγάντων, κελεύεται διαδοῦναι τὰς χώρας τῷ Ῥουβὶμ, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, καὶ συντάξαι τοῖς υἱοῖς Ἰσραὴλ δοῦναι τοῖς Λευΐταις ἀπὸ τῶν κλήρων τῆς κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων· καὶ πάλιν δοῦναι πόλεις φυγαδευ τηρίων, τρεῖς μὲν πέραν τοῦ Ἰορδάνου, τρεῖς δὲ ἐν γῇ Χαναὰν, καὶ εἶναι ταύτας ἐπὶ τῷ καταφυγεῖν ἐκεῖ τὸν ἀκουσίως φονεύσαντα, καὶ μὴ προπετῶς ἀναι ρεῖσθαι ὑπὸ τοῦ συγγενοῦς τοῦ φονευθέντος, ἕως στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. Ἐν τούτῳ τῷ βιβλίῳ κελεύεται ὁ λαὸς ποιῆσαι κράσπεδα ἐν τοῖς ἱμα τίοις ἑαυτῶν, καὶ ἐπὶ τῶν κρασπέδων κλῶσμα ὑα κίνθινον, ἵνα βλέποντες αὐτὰ μὴ ἐπιλανθάνωνται τῶν ἐντολῶν τοῦ Θεοῦ. Ὧδε λαμβάνουσι κλῆρον αἱ θυγα τέρες Σαλπαὰδ, τὸν τοῦ πατρὸς ἑαυτῶν· καὶ ἐκ τῆς προφάσεως αὐτῶν γίνεται πρόσταγμα Κυρίου καὶ νό μος, νόμιμον εἶναι γάμον τὴν πρὸς ἀνεψιοὺς συζυγίαν. Καὶ Μωϋσῆς ὧδε εἶδεν ἀπὸ τοῦ ὄρους τοῦ Ἀβα ρεὶμ, τουτέστιν Ἀβαῦ, τὴν γῆν τῆς ἐπαγγελίας· καὶ ἤκουσεν· Οὐ μὴ εἰσέλθῃς ἐκεῖ διὰ τὸν παροξυσμὸν τὸν ἐν τῷ ὕδατι τῆς ἀντιλογίας. Ἀπέθανε δὲ Ἀαρὼν ἐτῶν ρκγʹ τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου, τῷ μηνὶ τῷ πέμπτῳ. Οἱ δὲ ἀποσταλέντες κατασκέψασθαι τὴν γῆν, ἐκ μὲν προστάγματος Κυρίου ἀπεστάλη ἀνὴρ ἕκαστος κατὰ φυλήν· τὰ δὲ ὀνόματα αὐτῶν ἐστι ταῦτα· τῆς φυλῆς τοῦ Ῥουβὶμ Σαλαμιὴλ υἱὸς Ζακχούρ· τῆς φυλῆς Συμεὼν Σαφὰτ υἱὸς Σουρεί· τῆς φυλῆς Ἰούδα Χαλὲβ υἱὸς Ἰεφονῆ· τῆς φυλῆς Ἰσαχὰρ Ἰλαὰλ υἱὸς Ἰωσήφ· τῆς φυλῆς Ἐφραῒ Ναυσῆς υἱὸς Ναυῆ· τῆς φυλῆς Βενιαμὶν Φαλ τεὶν υἱὸς Ῥαφοῦ· τῆς φυλῆς Ζαβουλὼν Γουδιὴλ υἱὸς Σουδί· τῆς φυλῆς Ἰωσὴφ, τῶν υἱῶν Μανασσῆ, Γαδδὶ υἱὸς Σουσσί· τῆς φυλῆς ∆ὰν Ἀμίης υἱὸς Γαμαί· τῆς φυλῆς Ἀσὴρ Σαθοὺρ υἱὸς Μιχαήλ· τῆς φυλῆς Νεφθαλεὶμ Ναβὶ υἱὸς Ναβί· τῆς φυλῆς Γὰδ Γαδδιδουδιὴλ υἱὸς Μαχί. Ὁ δὲ τόπος, ἀφ' οὗ ἀπεστάλησάν ἐστι Φαρὰν καὶ Κάδης Βάρνη. Τότε ἐπωνό μασε Μωϋσῆς τὸν Ναυσῆ τὸν υἱὸν Ναυῆ Ἰησοῦν. Ὁ δὲ καιρὸς, ἐν ᾧ ἐπέμφθησαν, τὸ μέσον τοῦ ἔαρος ἦν, ἐν ᾧ πρόδρομοι σταφυλῆς εἰσιν· ὁ δὲ χρόνος, ὃν ἐποίησαν κατασκοποῦντες, ἐν τεσσαράκοντα ἡμέραις γέγονεν. Βιβλίον εʹ, ∆ευτερονόμιον. Καὶ τοῦτο βιβλίον Μωϋσῆς ἐλάλησε καὶ ἔγραψε. Καλεῖται δὲ οὕτως, ἐπειδὴ μετὰ τὰ γεγραμμένα ἐν ταῖς πλαξὶ, δεύτερον ὥσπερ νόμον τοὺς λόγους τοῦ βιβλίου τούτου ἐλάλησε Μωϋσῆς τῷ Ἰσραὴλ ἐκ προστάγματος Κυρίου. Μετὰ γὰρ τὸ λαλῆσαι Μωϋσῆν τὰ ἐν τῷ βιβλίῳ τούτῳ, γέγραπται οὕτως ἐν αὐτῷ τούτῳ τῷ ∆ευτερονομίῳ· «Οὗτοι οἱ λόγοι τῆς δια θήκης, ὅσα ἐνετείλατο Κύριος Μωϋσῇ στῆσαι τοῖς 28.309 υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωὰβ, πλὴν τῆς διαθήκης, ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ.» ∆ιὰ τοῦτο γὰρ αἱ μὲν πλάκες ἐν Χωρὴβ εἴρηνται, καὶ ἐν μέσῳ τῆς κιβω τοῦ ἐτέθησαν· τὸ δὲ βιβλίον τοῦτο ἐνετείλατο Μωϋ σῆς τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν θεῖναι ἐκ πλαγίων τῆς κιβωτοῦ εἰς μαρτύριον· ὅπερ καὶ κατὰ ἑπτὰ ἔτη ἐνετείλατο ἀναγινώσκεσθαι ἐν τῇ ἡμέρᾳ τῆς ἀφέσεως, ὅτε καὶ ἡ Σκηνοποιία ἐγένετο. Αὕτη μὲν πρώτη αἰτία τῆς ὀνομασίας τοῦ βιβλίου· δευτέρα δὲ πάλιν ἑτέρα, ἐπειδὴ ἐν αὐτῷ δευτεροῖ, καὶ διεσά φησε πάντα τὰ προειρημένα ἔν τε τῇ Ἐξόδῳ καὶ τῷ Λευϊτικῷ, καὶ τοῖς Ἀριθμοῖς, νόμιμά τε καὶ δικαιώματα καὶ
9