Πατέρα καὶ Υἱὸν τῷ Πνεύματι, ἐκ τῆς κατὰ φύσιν κοινωνίας καὶ οἰκειό τητος ἡ προσηγορία τούτων ἥνωται. Πόθεν γὰρ ἄλ λοθεν, πάλιν ἡγεμονικὸν, πάλιν Πνεῦμα ἀληθείας, πάλιν Πνεῦμα σοφίας ὠνόμασται; Ὅτι ὅσα ὁ Χριστὸς ποιεῖ, καὶ τὸ ἅγιον Πνεῦμα ποιεῖ. Ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων. ∆ιὰ τοῦ Πνεύματος ἁγίου δαίμονες ἀπηλαύνοντο· ἐν τῷ 28.56 Πνεύματι τοῦ Θεοῦ διάβολος κατήργητο· συμπαρόν τος τοῦ Πνεύματος, ἁμαρτιῶν ἀπολύτρωσις ἐν τῇ χάριτι τοῦ Πνεύματος· «Ἀπελούσασθε γὰρ, καὶ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ.» Ἡ ἐκ νεκρῶν ἐπανάστασις τῇ ἐνεργείᾳ τοῦ Πνεύματος· «Ἐξαποστελεῖς γὰρ τὸ Πνεῦμά σου, καὶ κτισθήσον ται· καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Καὶ πάλιν λέγει· «Εἰ δὲ τὸ Πνεῦμα, τὸ ἐγεῖραν Ἰησοῦν ἐκ νεκρῶν.» Εἴ τις οὖν τὴν κτίσιν ἐκλαμβάνει ἐπὶ τῆς τῶν διαλυθέντων ἀναβιώσεως, πῶς οὐ μεγάλη τοῦ Πνεύματος ἡ ἐνέργεια, τοῦ οἰκονομοῦντος ἡμῖν τὸν ἐξ ἀναστάσεως βίον, καὶ πρὸς τὴν πνευματικὴν ἐκείνην ζωὴν τὰς ψυχὰς ἡμῶν μεταῤῥυθμίζοντος; εἴτε λέγοιτο κτίσις ἡ ἐνταῦθα τῶν ἐξ ἁμαρτιῶν δια πεπτωκότων ἐπὶ τὸ βέλτιον μετακόσμησις· (λέγεται γὰρ καὶ οὕτω κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, ὅταν Παῦλος λέγῃ· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·» καὶ ὁ ἐνταῦθα ἀνακαινισμὸς, καὶ ἀπὸ τῆς γηΐνης καὶ ἐμπαθοῦς ζωῆς ἐπὶ τὴν οὐράνιον πολιτείαν μεταβολὴ διὰ τοῦ Πνεύματος ἡμῖν γινομένη, ἐπὶ πᾶσαν ὑπερ βολὴν θαυμαστῶς τὰς ψυχὰς ἡμῶν ἄγει·) ἐπὶ τούτοις πότερον φοβηθῶμεν, μὴ τὴν ἁγίαν δόξαν ὑπερθώ μεθα τοῦ Πνεύματος ταῖς ὑπερβολαῖς τῶν τιμῶν; ἢ τὸ ἐναντίον, μὴ εἰς ταπεινὸν καταγάγωμεν τὴν περὶ αὐτοῦ ἔννοιαν; Λέγει γὰρ τῷ Ἀνανίᾳ ὁ ἀπόστολος Πέτρος· «∆ιὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Ὅτι ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὡδήγησε τὸν Ἰσραήλ. Ὁ μὲν οὖν προφήτης Ἱερεμίας λέγει οὕτως περὶ Πατρός· ὅτι «Αὐτὸς ὡδήγησε τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ.» Καί· «Οὐκ εἴπατε, φησὶ, Ποῦ ἔστιν ὁ Θεὸς, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθο δηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ;» καὶ ὁ ∆αβίδ φησιν· «Ὡδήγησας, ὡς πρόβατα, τὸν λαόν σου.» Ὁ δὲ Ἡσαΐας τὸ Πνεῦμα τὸ ἅγιον εἶπεν ὡδηγηκέναι τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. Ἔστιν οὖν αὐτοῦ ἀκοῦσαι λέγοντος· «Ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου, ὡς ἵππον ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου, κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς.» Πρὸς δὲ Κορινθίους λέγει ὁ Παῦλος, ὅτι Χριστὸς ἦν· «Ἔπινον» γὰρ, φησὶν, «ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Ἐὰν δὲ εἴπῃ τις, ὅτι τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὥστε οὖν ὅσον ὁ ἱκέτης λείπε ται τοῦ εὐεργέτου, τοσοῦτον λείπεται τὸ Πνεῦμα· λέγωμεν αὐτῷ, ὅτι ὁ Μονογενής ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· «Μὴ οὖν λυ πεῖτε τὸ Πνεῦμα τὸ ἅγιον,» κατὰ τὸν Παῦλον τὸν λέγοντα· «Ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυ τρώσεως.» Καὶ ὁ Στέφανος δὲ λέγει· «Ὑμεῖς ἀεὶ 28.57 τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν.» Καὶ ὁ Ἡσαΐας λέγει· «Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον.» Καὶ ἑτέρωθι· «Οἶκος Ἰακὼβ παρώργισε τὸ Πνεῦμα Κυρίου.» Ἀλλὰ δοῦλον αὐτὸ λέ γεις· «Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος·» τὸ δὲ Πνεῦμα οὕτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ. Ὅτι ὁ Υἱὸς ἀληθινὸς Θεός. Ὁ Ἰωάννης γράφει ἐν τῇ Ἐπιστολῇ· «Οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καί ἐσμεν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Ὅτι μέγας Θεὸς ἐκλήθη ὁ Υἱός. Ὁ Ἀπόστολος πρὸς Τῖτον· «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς
9