ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν. Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ τοῦ Ἀποστόλου ῥητὸν μελετᾷν, τὸ, Καθ' ἡμέραν ἀποθνήσκω. Ἂν γὰρ καὶ ἡμεῖς, ὡς ἀποθνήσκοντες καθ' ἡμέραν, οὕτως ζῶμεν, οὐχ ἁμαρτήσομεν. Ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ἵνα, ἐγειρόμενοι καθ' ἡμέραν, νομίζωμεν μὴ μένειν ἕως ἑσπέρας, καὶ πάλιν μέλλοντες κοιμᾶσθαι, νομί ζωμεν μὴ ἐγείρεσθαι· ἀδήλου φύσει καὶ τῆς ζωῆς ἡμῶν οὔσης, καὶ μετρουμένης καθ' ἡμέραν παρὰ τῆς Προνοίας. Οὕτω δὲ διακείμενοι, καὶ καθ' ἡμέραν οὕτω ζῶντες, οὔτε ἁμαρτήσομεν, οὔτε τινὸς ἐπιθυ μίαν ἕξομεν, οὔτε μηνιοῦμέν τινι, οὔτε θησαυρίσομεν ἐπὶ τῆς γῆς· ἀλλ' ὡς καθ' ἡμέραν προσδοκῶντες ἀποθνήσκειν, ἀκτήμονες ἐσόμεθα, καὶ πᾶσι πάντα συγχωρήσομεν· ἐπιθυμίας δὲ γυναικὸς, ἢ ἄλλης ῥυ παρᾶς ἡδονῆς, οὐδ' ὅλως κρατήσομεν, ἀλλ' ὡς παρ ερχομένην ἀποστραφησόμεθα· ἀγωνιῶντες ἀεὶ καὶ προβλέποντες τὴν ἡμέραν τῆς κρίσεως. Ἀεὶ γὰρ ὁ μείζων φόβος καὶ ὁ ἀγὼν τῶν βασάνων διαλύει τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὴν ψυχὴν κλίνουσαν ἀν ίστησιν. Οὐκοῦν ἀρξάμενοι καὶ ἐπιβάντες ἤδη τῇ ὁδῷ τῆς ἀρετῆς, ἐπεκτεινώμεθα μᾶλλον ἵνα φθάσωμεν ἐπὶ τὰ ἔμπροσθεν. Καὶ μηδεὶς εἰς τὰ ὀπίσω στρεφέσθω, ὡς ἡ γυνὴ τοῦ Λώτ· μάλιστα ὅτι Κύριος εἴρηκεν· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τὸ δὲ στραφῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ μεταμεληθῆναι, καὶ πάλιν κοσμικὰ φρονεῖν. Μὴ φοβεῖσθε δὲ ἀκούοντες περὶ ἀρετῆς, μηδὲ ξενίζεσθε περὶ τοῦ ὀνόματος· οὐ γὰρ μακρὰν ἀφ' ἡμῶν ἐστιν οὐδ' ἔξωθεν ἡμῶν συνίσταται, ἐν 26.873 ἡμῖν δέ ἐστι τὸ ἔργον, καὶ εὔκολόν ἐστι τὸ πρᾶγμα, ἐὰν μόνον θελήσωμεν. Ἕλληνες μὲν οὖν ἀποδημοῦσι, καὶ θάλατταν περῶσι, ἵνα γράμματα μάθωσιν· ἡμεῖς δὲ οὐ χρείαν ἔχομεν ἀποδημῆσαι διὰ τὴν βασι λείαν τῶν οὐρανῶν, οὔτε περᾶσαι θάλατταν διὰ τὴν ἀρετήν. Φθάσας γὰρ εἶπεν ὁ Κύριος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν· Οὐκοῦν ἡ ἀρετὴ τοῦ θέλειν ἡμῶν μόνου χρείαν ἔχει· ἐπειδήπερ ἐν ἡμῖν ἐστι, καὶ ἐξ ἡμῶν συνίσταται. Τῆς γὰρ ψυ χῆς τὸ νοερὸν κατὰ φύσιν ἑκούσης, ἡ ἀρετὴ συνίστα ται. Κατὰ φύσιν δὲ ἔχει, ὅτ' ἂν ὡς γέγονε μένει, γέγονε δὲ καλὴ καὶ εὐθὴς λίαν. ∆ιὰ τοῦτο ὁ μὲν τοῦ Ναυῆ Ἰησοῦς παραγγέλλων ἔλεγε τῷ λαῷ· Εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον τὸν Θεὸν Ἰσραήλ· ὁ δὲ Ἰωάννης· Εὐθείας ποιεῖτε τὰς τρίβους ὑμῶν. Τὸ γὰρ εὐθεῖαν εἶναι τὴν ψυχὴν, τοῦτό ἐστι τὸ κατὰ φύσιν νοερὸν αὐτῆς ὡς ἐκτίσθη. Πάλιν δὲ ὅτ' ἂν ἐκκλίνῃ, καὶ ἐν διαστροφῇ τοῦ κατὰ φύσιν γένηται, τότε κακία ψυχῆς λέγεται. Οὐκοῦν οὐκ ἔστι δυσχερὲς τὸ πρᾶγμα· ἐὰν γὰρ μείνωμεν ὡς γεγόνα μεν, ἐν τῇ ἀρετῇ ἐσμεν· ἐὰν δὲ λογιζώμεθα τὰ φαῦ λα, ὡς κακοὶ κρινόμεθα. Εἰ μὲν οὖν ἔξωθεν ἦν πο ριστέον τὸ πρᾶγμα, δυσχερὲς ὄντως ἦν· εἰ δὲ ἐν ἡμῖν ἐστι, φυλάξωμεν ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογι σμῶν, καὶ ὡς παρακαταθήκην λαβόντες, τηρήσωμεν τῷ Κυρίῳ τὴν ψυχήν· ἵν' αὐτὸς ἐπιγνῷ τὸ ποίημα αὐτοῦ, οὕτως οὖσαν, ὥσπερ αὐτὴν καὶ πεποίηκεν αὐτήν. Ἔστω δὲ ἡμῖν ἀγὼν, ὥστε μὴ τυραννεῖν ἡμῶν θυμὸν, μηδὲ κρατεῖν ἡμῶν ἐπιθυμίαν. Γέγραπται γὰρ, ὅτι Ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργά ζεται· ἡ δὲ ἐπιθυμία, συλλαβοῦσα, τίκτει ἁμαρ τίαν· ἡ δὲ ἁμαρτία, ἀποτελεσθεῖσα ἀποκύει θά νατον. Οὕτω δὲ πολιτευόμενοι νήφωμεν ἀσφαλῶς· καὶ, ὡς γέγραπται, πάσῃ φυλακῇ τηρῶμεν ἑαυτῶν τὴν καρδίαν. Ἐχθροὺς γὰρ ἔχομεν δεινοὺς καὶ πανούργους, τοὺς πονηροὺς δαίμονας· καὶ πρὸς τού τους ἐστὶν ἡμῖν ἡ πάλη, ὡς εἶπεν ὁ Ἀπόστολος· Οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, καὶ 26.876 πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις. Πολὺς μὲν οὖν ἐστιν αὐτῶν ὁ ὄχλος
9