Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχθροῦ τιμωρία καὶ πολύ τιμος τῇ ψυχῇ θησαυρὸς ἡ ἀκτημοσύνη. Ὅσον μὲν οὖν αὕτη θαυμαστὴ καὶ ὑπέρογκος εἰς ἀρετὴν, τοσοῦτον εἰς κακίαν φαύλη καὶ μοχθηρὰ ἡ φιλαργυρία· καὶ ἀληθῶς ὁ θεσπέσιος Παῦλος περὶ ταύτης εἴρηκεν· ὡς πάντων αὐτὴν τῶν κακῶν αἰτίαν εἶναι. Ἐπιθυμία γὰρ τοῦ πλούτου, ἐπιορκία, κλοπὴ, ἁρπαγὴ, πορνεία, φθόνος, μισαδελφία, πόλεμος, εἰδω λολατρεία, πλεονεξία, καὶ αἱ παραφυάδες τούτων, ὑπόκρισις, κολακεία, κατάγελως· πάντων οὖν τούτων αἰτία ὡμολόγηται ἡ φιλαργυρία. Ὅθεν δικαίως αὐτὴν πάντων τῶν κακῶν μητέρα ὁ Ἀπόστολος ὠνόμασεν. Οὐ μόνον δὲ ὁ Θεὸς τούτους τιμωρεῖται· ἀλλά γε καὶ 28.1509 οἴκοθεν ἑαυτοὺς καταφθείρουσιν· ἀκόρεστον γὰρ φέ ροντες τὴν κακίαν, οὐκ ἔχουσι τέλος τοῦ σκοποῦ, ὅθεν ἀνίατος αὐτοῖς ἡ πληγή. Ὁ μηδὲν ἔχων ὀλίγων ἐπι θυμεῖ· καὶ τυχὼν τούτων, τῶν πλειόνων ὀρέγεται· Ἑκατὸν χρυσίνους ἔχει, καὶ γλίχεται τῶν χιλίων· καὶ τούτων εὐπορήσας, πρὸς ἄπειρον φέρει τὸ νεῦμα. Καὶ οὕτω, μὴ ἔχοντες ἑαυτῶν στῆναι τὸ τέλος, ἀεὶ πε νίαν ὀδύρονται. Φέρει δὲ ἡ φιλαργυρία μεθ' ἑαυτῆς ἀεὶ τὸν φθόνον. Φθείρει δὲ καὶ οὗτος πρῶτον τὸν κτησάμενον. Ὥσπερ γὰρ ἡ ἔχιδνα γεννωμένη πρῶτον τὴν ἰδίαν μητέρα φθείρει, πρὶν ἂν ἄλλους ἀδικήσῃ· οὕ τω καὶ ὁ φθόνος τὸν κτησάμενον καταμαραίνει, πρὶν ἂν τοὺς ἐκ γειτόνων διανεμηθῇ. Μέγα ἦν χρῆμα, εἰ τοσούτους ἠδυνάμεθα ὑπο μένειν πόνους, ζητοῦντες τὸ δόκιμον ἀργύριον, ὅσοις ἀνηκέστοις περιπίπτουσιν οἱ τοῦ ματαίου κόσμου θηραταί. Ναυάγια ὑπομένουσι, πειρατηρίοις προσομι λοῦσι, λῃσταῖς κατὰ γῆς περιπίπτουσιν· ἀνέχονται λοιπὸν ζάλης καὶ πνευμάτων βιαίων· καὶ πολλάκις κερδαίνοντες, πένητας ἑαυτοὺς φάσκουσι διὰ τοὺς φθο νοῦντας. Ἡμεῖς δὲ οὐδόλως τῶν τοιούτων κινδύνων κατατολμῶμεν ὑπὲρ τοῦ ἀληθινοῦ κέρδους. Εἰ δέ ποτε καὶ μικροῦ τινος εὐπορήσωμεν, μεγαλύνομεν ἑαυτὰς, ἐπιδεικνύμεναι τοῖς ἀνθρώποις· καὶ πολλάκις οὐδὲ τὸ γιγνόμενον προφέρομεν εἰς διήγησιν· εὐθέως δὲ καὶ ὃν δοκοῦμεν σπινθῆρα καλοῦ ἔχειν, ὑπὸ τοῦ ἐχθροῦ κλεπτόμεθα. Κἀκεῖνοι δὲ, πολλὰ κερδαίνοντες, τῶν πλειόνων ἐφίενται· καὶ τὰ μὲν παρόντα ὡς οὐδὲν ἡγοῦνται, πρὸς δὲ τὰ μὴ παρόντα ἀποτείνονται. Ἡμεῖς δὲ, καὶ μηδὲν ἔχουσαι τῶν ζητουμένων, οὐδὲν θέλομεν κτήσασθαι· καὶ πενίαν ἐσχάτην νοσοῦσαι, πλουσίας ἑαυτὰς ἀναγορεύομεν. Καλὸν οὖν τὸν εὖ πράττοντα μηδενὶ ἀναγγέλλειν· μᾶλλον γὰρ οἱ τοιοῦ τοι ζημιωθήσονται· καὶ γὰρ ὃ δοκοῦσιν ἔχειν ἀρθή σεται ἀπ' αὐτῶν. Πᾶσαν οὖν σπουδὴν δέον θέσθαι ὑπὲρ τὸ λαν θάνειν τὸ κέρδος. Οἱ δὲ τὰ ἑαυτῶν κατορθώματα δι ηγούμενοι πειράσθωσαν καὶ τὰ σὺν αὐτοῖς ἐλαττώματα λέγειν· εἰ δὲ ταῦτα κρύπτουσιν, ἕνεκεν τοῦ μὴ παρὰ τῶν ἀκουόντων ψεχθῆναι, πολὺ μᾶλλον ἐκεῖνα φυλακτέον, ὡς ἐκ τοῦ Θεοῦ ἀλλοτριοῦντα. Καὶ γοῦν οἱ κατ' ἀρετὴν βιοῦντες τὸ ἀνάπαλιν ποιοῦσι, καὶ τὰ σμικρὰ ἑαυτῶν πταίσματα μετὰ καὶ προσθήκης ὧν οὐκ ἔπρα ξαν, ἐκδιηγοῦνται, τὴν δόξαν τῶν ἀνθρώπων ἀπο βάλλοντες· τὰ μέντοι ἀγαθὰ κρύπτοντες, πρὸς ἀσφά λειαν τῆς ψυχῆς. Ὥσπερ γὰρ θησαυρὸς φανερωθεὶς σπανίζεται, οὕτω καὶ ἀρετὴ γνωριζομένη καὶ δη μοσιευομένη ἀφανίζεται· ὥσπερ γὰρ κηρὸς λύεται ἀπὸ προσώπου πυρὸς, οὕτω καὶ ψυχὴ ἀπὸ ἐπαίνων διαχεῖται καὶ ἀποβάλλει τὸν τόνον. Καὶ τὸ ἐναντίον δὲ τούτων πάλιν ἔσται· εἰ γὰρ ἡ θερμότης ἔλυσε τὸν κηρὸν, ἡ ψύξις ἄρα τὴν πῆξιν 28.1512 αὐτοῦ ποιήσεται· καὶ εἰ ἔπαινος ἀφαιρεῖται τοῦ τόνου τὴν ψυχὴν, πάντως ὀνειδισμὸς καὶ ὕβρις εἰς μέγεθος αὐτὴν τῆς ἀρετῆς ἄγει· Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅτ' ἂν πᾶν ψεῦδος εἴπωσι καθ' ὑμῶν οἱ ἄνθρωποι. Καὶ

9