οὐδὲ 1.6.25.3 μὴν διδάσκαλος τοῦ μόνου διδασκάλου. Μή τι οὖν ὁμολογήσουσιν ἄκοντες τὸν λόγον, τέλειον ἐκ τελείου φύντα τοῦ πατρός, κατὰ τὴν οἰκονομικὴν προδιατύπωσιν ἀναγεννηθῆναι τελείως; Καὶ εἰ τέλειος ἦν, τί ἐβαπτίζετο ὁ τέλειος; ἔδει, φασί, πληρῶσαι τὸ ἐπάγγελμα τὸ ἀνθρώπινον. Παγκάλως. Φημὶ γάρ· ἅμα τοίνυν τῷ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου γίνεται τέλειος; δῆλον ὅτι· Οὐδὲν οὖν πρὸς αὐτοῦ προσέμαθεν; οὐ γάρ. Τελειοῦται δὲ τῷ λουτρῷ μόνῳ καὶ τοῦ πνεύματος τῇ καθόδῳ 1.6.26.1 ἁγιάζεται; οὕτως ἔχει. Τὸ δὲ αὐτὸ συμβαίνει τοῦτο καὶ περὶ ἡμᾶς, ὧν γέγονεν ὑπογραφὴ ὁ κύριος· βαπτιζόμενοι φωτιζόμεθα, φωτιζόμενοι υἱοποιούμεθα, υἱοποιούμενοι τελειούμεθα, τελειούμενοι ἀπαθανατιζόμεθα· ἐγώ, φησίν, εἶπα, θεοί 1.6.26.2 ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. Καλεῖται δὲ πολλαχῶς τὸ ἔργον τοῦτο, χάρισμα καὶ φώτισμα καὶ τέλειον καὶ λουτρόν· λουτρὸν μὲν δι' οὗ τὰς ἁμαρτίας ἀπορρυπτόμεθα, χάρισμα δὲ ᾧ τὰ ἐπὶ τοῖς ἁμαρτήμασιν ἐπιτίμια ἀνεῖται, φώτισμα δὲ δι' οὗ τὸ ἅγιον ἐκεῖνο φῶς τὸ σωτήριον ἐποπτεύεται, τουτέστιν δι' οὗ τὸ θεῖον ὀξυωποῦμεν, τέλειον δὲ τὸ ἀπροσδεές φαμεν. 1.6.26.3 Τί γὰρ ἔτι λείπεται τῷ θεὸν ἐγνωκότι; Καὶ γὰρ ἄτοπον ὡς ἀληθῶς χάρισμα κεκλῆσθαι θεοῦ τὸ μὴ πεπληρωμένον· τέλειος δὲ ὢν τέλεια χαριεῖται δήπουθεν· ὡς δὲ ἅμα τῷ κελεῦσαι αὐτὸν πάντα γίνεται, οὕτως ἕπεται τῷ χαρίσασθαι μόνον βουληθῆναι αὐτὸν τὸ πεπληρῶσθαι τὴν χάριν. Τὸ γὰρ μέλλον τοῦ χρόνου τῇ δυνάμει τοῦ θελήματος προλαμβάνεται. Πρὸς 1.6.27.1 δὲ καὶ ἡ τῶν κακῶν ἀπαλλαγὴ σωτηρίας ἐστὶν ἀρχή. Μόνον δὲ ἄρα οἱ πρῶτον ἀρξάμενοι τῶν ὅρων τῆς ζωῆς ἤδη τέλειοι, ζῶμεν δὲ ἤδη οἱ θανάτου κεχωρισμένοι. Σωτηρία τοίνυν τὸ ἕπεσθαι Χριστῷ. Ὃ γὰρ γέγονεν ἐν αὐτῷ, ζωή ἐστιν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, φησίν, ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν 1.6.27.2 ζωήν. Οὕτω τὸ πιστεῦσαι μόνον καὶ ἀναγεννηθῆναι τελείωσίς ἐστιν ἐν ζωῇ· οὐ γάρ ποτε ἀσθενεῖ ὁ θεός. Ὡς γὰρ τὸ θέλημα αὐτοῦ ἔργον ἐστὶ καὶ τοῦτο κόσμος ὀνομάζεται, οὕτως καὶ τὸ βούλημα αὐτοῦ ἀνθρώπων ἐστὶ σωτηρία καὶ τοῦτο ἐκκλησία κέκληται. Οἶδεν οὖν οὓς κέκληκεν, οὓς δὲ κέκληκεν, σέσωκεν· κέκληκεν δὲ ἅμα καὶ σέσωκεν. Αὐτοὶ γὰρ ὑμεῖς, φησὶν ὁ 1.6.27.3 ἀπόστολος, θεοδίδακτοί ἐστε. Οὐκ ἄρα θεμιτὸν ἡμῖν ἀτελὲς τὸ ὑπ' αὐτοῦ διδασκόμενον νοεῖν, τὸ δὲ μάθημα ἀίδιος σωτηρία ἀιδίου σωτῆρος, ᾧ ἡ χάρις εἰς τοὺς αἰῶνας, ἀμήν. Καὶ ὁ μόνον ἀναγεννηθείς, ὥσπερ οὖν καὶ τοὔνομα ἔχει, φωτισθεὶς ἀπήλλακται μὲν παραχρῆμα τοῦ σκότους, ἀπείληφεν δὲ αὐτόθεν τὸ 1.6.28.1 φῶς. Ὥσπερ οὖν οἱ τὸν ὕπνον ἀποσεισάμενοι εὐθέως ἔνδοθεν ἐγρηγόρασιν, μᾶλλον δὲ καθάπερ οἱ τὸ ὑπόχυμα τῶν ὀφθαλμῶν κατάγειν πειρώμενοι οὐ τὸ φῶς αὑτοῖς ἔξωθεν χορηγοῦσιν, ὃ οὐκ ἔχουσιν, τὸ δὲ ἐμπόδιον ταῖς ὄψεσι καταβιβάζοντες ἐλευθέραν ἀπολείπουσι τὴν κόρην, οὕτως καὶ οἱ βαπτιζόμενοι, τὰς ἐπισκοτούσας ἁμαρτίας τῷ θείῳ πνεύματι ἀχλύος δίκην ἀποτριψάμενοι, ἐλεύθερον καὶ ἀνεμπόδιστον καὶ φωτεινὸν ὄμμα τοῦ πνεύματος ἴσχομεν, ᾧ δὴ μόνῳ τὸ θεῖον ἐποπτεύομεν, 1.6.28.2 οὐρανόθεν ἐπεισρέοντος ἡμῖν τοῦ ἁγίου πνεύματος· κρᾶμα τοῦτο αὐγῆς ἀιδίου τὸ ἀίδιον φῶς ἰδεῖν δυναμένης· ἐπεὶ τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον, φίλον δὲ τὸ ἅγιον τῷ ἐξ οὗ τὸ ἅγιον, ὃ δὴ κυρίως κέκληται φῶς· ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ. Ἐντεῦθεν τὸν ἄνθρωπον ὑπὸ τῶν παλαιῶν ἡγοῦμαι 1.6.28.3 κεκλῆσθαι φῶτα. Ἀλλ' οὐδέπω, φασίν, ἀπείληφεν τὴν τελείαν δωρεάν. Σύμφημι κἀγώ, πλὴν ἐν φωτί ἐστιν καὶ τὸ σκότος αὐτὸν οὐ καταλαμβάνει· φωτὸς δὲ ἀνὰ μέσον καὶ τοῦ σκότους οὐδὲ ἕν· ἐν δὲ τῇ ἀναστάσει τῶν πιστευόντων ἀπόκειται τὸ τέλος· τὸ δὲ οὐκ ἄλλου τινός ἐστι μεταλαβεῖν ἀλλ' ἢ τῆς προ1.6.28.4 ωμολογημένης ἐπαγγελίας τυχεῖν. Μὴ γὰρ κατὰ τὸν αὐτὸν χρόνον ἅμα ἄμφω συνίστασθαί φαμεν, τήν τε πρὸς τὸ πέρας ἄφιξιν καὶ τῆς