θηλείας τοῖς ἄλλοις Σκυθῶν διδάσκαλον 2.24.2 νόσου. Ὧν δὴ χάριν (οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον καὶ Νικάνορα τὸν Κύπριον καὶ ∆ιαγόραν καὶ Ἵππωνα τὼ Μηλίω τόν τε Κυρηναῖον ἐπὶ τούτοις ἐκεῖνον (ὁ Θεόδωρος ὄνομα αὐτῷ) καί τινας ἄλλους συχνούς, σωφρόνως βεβιω κότας καὶ καθεωρακότας ὀξύτερόν που τῶν λοιπῶν ἀνθρώ πων τὴν ἀμφὶ τοὺς θεοὺς τούτους πλάνην, ἀθέους ἐπικεκλή κασιν, εἰ καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ νενοηκότας, ἀλλὰ τὴν πλάνην γε ὑπωπτευκότας, ὅπερ οὐ σμικρὸν εἰς ἀλήθειαν 2.24.3 φρονήσεως ζώπυρον ἀναφύεται σπέρμα· ὧν ὃ μέν τις παρεγγυᾷ τοῖς Αἰγυπτίοις, "εἰ θεοὺς νομίζετε, μὴ θρηνεῖτε αὐτοὺς μηδὲ κόπτεσθε· εἰ δὲ πενθεῖτε αὐτούς, μηκέτι 2.24.4 τούτους ἡγεῖσθε εἶναι θεούς", ὃ δ' Ἡρακλέα ἐκ ξύλου λαβὼν κατεσκευασμένον (ἔτυχε δὲ ἕψων τι οἴκοι, οἷα εἰκός)· "Εἶα δή, ὦ Ἡράκλεις", εἶπεν· "νῦν σοι ἤδη καιρός, ὥσπερ Εὐρυσθεῖ, ἀτὰρ δὴ καὶ ἡμῖν ὑπουργῆσαι τὸν τρισκαιδέκατον τοῦτον ἆθλον καὶ ∆ιαγόρᾳ τοὔψον παρα σκευάσαι", "κᾆτ' αὐτὸν εἰς τὸ πῦρ ἐνέθηκεν ὡς ξύλον". 2.25.1 Ἀκρότητες ἄρα ἀμαθίας ἀθεότης καὶ δεισιδαιμονία, ὧν ἐκτὸς μένειν σπουδαστέον. Οὐχ ὁρᾷς τὸν ἱεροφάντην τῆς ἀληθείας Μωσέα προστάττοντα θλαδίαν καὶ ἀποκεκομμένον 2.25.2 μὴ ἐκκλησιάζειν, καὶ προσέτι τὸν ἐκ πόρνης; Αἰνίττεται δὲ διὰ μὲν τῶν προτέρων τὸν ἄθεον τρόπον τὸν τῆς θείας καὶ γονίμου δυνάμεως ἐστερημένον, διὰ δὲ τοῦ λοιποῦ τοῦ τρίτου τὸν πολλοὺς ἐπιγραφόμενον ψευδωνύμους θεοὺς ἀντὶ τοῦ μόνου ὄντος θεοῦ, ὥσπερ ὁ ἐκ τῆς πόρνης τοὺς πολλοὺς ἐπιγράφεται πατέρας ἀγνοίᾳ τοῦ πρὸς ἀλήθειαν πατρός. 2.25.3 Ἦν δέ τις ἔμφυτος ἀρχαία πρὸς οὐρανὸν ἀνθρώποις κοινωνία, ἀγνοίᾳ μὲν ἐσκοτισμένη, ἄφνω δέ που διεκθρῴσκουσα τοῦ σκότους καὶ ἀναλάμπουσα, οἷον δὴ ἐκεῖνο λέλεκταί τινι τὸ ὁρᾷς τὸν ὑψοῦ τόνδ' ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ' ὑγραῖς ἐν ἀγκάλαις; Καὶ τὸ ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, ὅστις ποτ' εἶ σύ, δυστόπαστος εἰσιδεῖν, 2.25.4 καὶ ὅσα ἄλλα τοιαῦτα ποιητῶν ᾄδουσι παῖδες. Ἔννοιαι δὲ ἡμαρτημέναι καὶ παρηγμέναι τῆς εὐθείας, ὀλέθριαι ὡς ἀληθῶς, τὸ "οὐράνιον φυτόν", τὸν ἄνθρωπον, οὐρανίου ἐξέτρεψαν διαίτης καὶ ἐξετάνυσαν ἐπὶ γῆς, γηΐνοις προσα νέχειν ἀναπείσασαι πλάσμασιν. 2.26.1 Οἳ μὲν γὰρ εὐθέως ἀμφὶ τὴν οὐρανοῦ θέαν ἀπατώ μενοι καὶ ὄψει μόνῃ πεπιστευκότες τῶν ἀστέρων τὰς κινήσεις ἐπιθεώμενοι ἐθαύμασάν τε καὶ ἐξεθείασαν, θεοὺς ἐκ τοῦ θεῖν ὀνομάσαντες τοὺς ἀστέρας, καὶ προσεκύνησαν ἥλιον, ὡς 2.26.2 Ἰνδοί, καὶ σελήνην, ὡς Φρύγες· οἳ δὲ τῶν ἐκ γῆς φυομένων τοὺς ἡμέρους δρεπόμενοι καρποὺς ∆ηὼ τὸν σῖτον, ὡς Ἀθηναῖοι, καὶ ∆ιόνυσον τὴν ἄμπελον, ὡς Θηβαῖοι, προση 2.26.3 γόρευσαν. Ἄλλοι τὰς ἀμοιβὰς τῆς κακίας ἐπισκοπήσαντες θεοποιοῦσι τὰς ἀντιδόσεις προσκυνοῦντες καὶ τὰς συμφοράς. Ἐντεῦθεν τὰς Ἐρινύας καὶ τὰς Εὐμενίδας Παλαμναίους τε καὶ Προστροπαίους, ἔτι δὲ Ἀλάστορας ἀναπεπλάκασιν 2.26.4 οἱ ἀμφὶ τὴν σκηνὴν ποιηταί. Φιλοσόφων δὲ ἤδη τινὲς καὶ αὐτοὶ μετὰ τοὺς ποιητικοὺς τῶν ἐν ὑμῖν παθῶν ἀνειδωλο ποιοῦσι τύπους τὸν Φόβον καὶ τὸν Ἔρωτα καὶ τὴν Χαρὰν καὶ τὴν Ἐλπίδα, ὥσπερ ἀμέλει καὶ Ἐπιμενίδης ὁ παλαιὸς 2.26.5 Ὕβρεως καὶ Ἀναιδείας Ἀθήνησιν ἀναστήσας βωμούς· οἳδὲ ἐξ αὐτῶν ὁρμώμενοι τῶν πραγμάτων ἐκθεοῦνται τοῖς ἀνθρώποις καὶ σωματικῶς ἀναπλάττονται, ∆ίκη τις καὶ Κλωθὼ καὶ Λάχεσις καὶ Ἄτροπος καὶ Εἱμαρμένη, Αὐξώ 2.26.6 τε καὶ Θαλλώ, αἱ Ἀττικαί. Ἕκτος ἐστὶν εἰσηγητικὸς τρόπος ἀπάτης, θεῶν περιποιητικός, καθ' ὃν ἀριθμοῦσι θεοὺς τοὺς δώδεκα· ὧν καὶ θεογονίαν Ἡσίοδος ᾄδει τὴν αὑτοῦ, καὶ 2.26.7 ὅσα θεολογεῖ Ὅμηρος. Τελευταῖος δὲ ὑπολείπεται (ἑπτὰ γὰρ οἱ ἅπαντες οὗτοι τρόποι) ὁ ἀπὸ τῆς θείας εὐεργεσίας τῆς εἰς τοὺς ἀνθρώπους καταγινομένης ὁρμώμενος. Τὸν γὰρ εὐεργετοῦντα μὴ συνιέντες θεὸν