βιαίως, μᾶλλον δὲ βεβαίως ἀντεχομένους συνεχώρησεν εἶξεν· χαίρει γὰρ ὁ θεὸς τὰ τοιαῦτα ἡττώ 21.4 μενος. τοιγάρτοι τούτων ἀκούσας ὁ μακάριος Πέτρος. ὁ ἐκλεκτός. ὁ ἐξαίρετος, ὁ πρῶτος τῶν μαθητῶν, ὑπὲρ οὗ μόνου καὶ ἑαυτοῦ τὸν 21.5 φόρον ὁ σωτὴρ ἐκτελεῖ, ταχέως ἥρπασε καὶ συνέβαλε τὸν λόγον. καὶ τί φησιν; "ἴδε ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι." τὰ δὲ "πάντα" εἰ μὲν τὰ κτήματα τὰ ἑαυτοῦ λέγει, τέσσαρας ὀβολοὺς ἴσως, τὸ τοῦ λόγου, καταλιπὼν μεγαλύνεται καὶ τούτων ἀνταξίαν 21.6 ἀποφαίνων ἂν λάθοι τὴν βασιλείαν τῶν οὐρανῶν· εἰ δέ, ἅπερ ἄρτι νῦν λέγομεν, τὰ παλαιὰ νοητὰ κτήματα καὶ ψυχικὰ νοσήματα ἀπορ ρίψαντες ἕπονται κατ' ἴχνος τοῦ διδασκάλου, τοῦτ' ἂν ἀνάπτοιτο 21.7 ἤδη τοῖς ἐν οὐρανοῖς ἐγγραφησομένοις. τοῦτο γὰρ ἀκολουθεῖν ὄντως τῷ σωτῆρι, ἀναμαρτησίαν καὶ τελειότητα τὴν ἐκείνου μετερ χόμενον καὶ πρὸς ἐκεῖνον ὥσπερ κάτοπτρον κοσμοῦντα καὶ ῥυθμίζοντα τὴν ψυχὴν καὶ πάντα διὰ πάντων ὁμοίως διατιθέντα.
22.1 "Ἀποκριθεὶς δὲ Ἰησοῦς· ἀμὴν ὑμῖν λέγω, ὃς ἂν ἀφῇ τὰ ἴδια καὶ γονεῖς καὶ
ἀδελφοὺς καὶ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγ 22.2 γελίου, ἀπολήψεται ἑκατονταπλασίονα." ἀλλὰ μηδὲ τοῦθ' ἡμᾶς ἐπι ταρασσέτω μηδὲ τὸ ἔτι τούτου σκληρότερον ἀλλαχοῦ ταῖς φωναῖς ἐξενηνεγμένον· "ὃς οὐ μισεῖ πατέρα καὶ μητέρα καὶ παῖδας, προσέτι 22.3 δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, ἐμὸς μαθητὴς εἶναι οὐ δύναται." οὐ γὰρ εἰσηγεῖται μῖσος καὶ διάλυσιν ἀπὸ τῶν φιλτάτων ὁ τῆς εἰρήνης θεός. 22.4 ὅ γε καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν παραινῶν. εἰ δὲ τοὺς ἐχθροὺς ἀγα πητέον, ἀνάλογον ἀπ' ἐκείνων ἀνιόντι καὶ τοὺς ἐγγυτάτω γένους· ἢ εἰ μισητέον τοὺς πρὸς αἵματος, πολὺ μᾶλλον τοὺς ἐχθροὺς προβάλ λεσθαι κατιὼν ὁ λόγος διδάσκει, ὥστε ἀλλήλους ἀναιροῦντες ἐλέγχοιντ' 22.5 ἂν οἱ λόγοι. ἀλλ' οὐδ' ἀναιροῦσιν οὐδ' ἐγγύς, ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ διαθέσεως καὶ ἐπὶ τῷ αὐτῷ ὅρῳ πατέρα μισοίη τις ἂν καὶ ἐχθρὸν ἀγαπώῃ ὁ μήτε ἐχθρὸν ἀμυνόμενος μήτε πατέρα 22.6 Χριστοῦ πλέον αἰδούμενος. ἐν ἐκείνῳ μὲν γὰρ τῷ λόγῳ μῖσος ἐκκό πτει καὶ κακοποιίαν, ἐν τούτῳ δὲ τὴν πρὸς τὰ σύντροφα δυσωπίαν. 22.7 εἰ βλάπτοι πρὸς σωτηρίαν. εἰ γοῦν ἄθεος εἴη τινὶ πατὴρ ἢ υἱὸς ἢ ἀδελφὸς καὶ κώλυμα τῆς πίστεως γένοιτο καὶ ἐμπόδιον τῆς ἄνω ζωῆς, τούτῳ μὴ συμφερέσθω μηδὲ ὁμονοείτω, ἀλλὰ τὴν σαρκικὴν οἰκειότητα διὰ τὴν πνευματικὴν ἔχθραν διαλυσάτω.
23.1 Νόμισον εἶναι τὸ πρᾶγμα διαδικασίαν. ὁ μὲν πατήρ σοι δοκείτω
παρεστὼς λέγειν "ἐγώ σε ἔσπειρα καὶ ἔθρεψα, ἀκολούθει μοι καὶ συνα δίκει καὶ μὴ πείθου τῷ Χριστοῦ νόμῳ" καὶ ὁπόσα ἂν εἴποι βλά 23.2 σφημος ἄνθρωπος καὶ νεκρὸς τῇ φύσει. ἑτέρωθεν δὲ ἄκουε τοῦ σωτῆ ρος· "ἐγώ σε ἀνεγέννησα, κακῶς ὑπὸ κόσμου πρὸς θάνατον γεγεν νημένον, ἠλευθέρωσα, ἰασάμην, ἐλυτρωσάμην· ἐγώ σοι παρέξω ζωὴν ἄπαυστον, αἰώνιον, ὑπερκόσμιον· ἐγώ σοι δείξω θεοῦ πατρὸς ἀγαθοῦ πρόσωπον· "μὴ κάλει σεαυτῷ πατέρα ἐπὶ γῆς·" "οἱ νεκροὶ τοὺς νε 23.3 κροὺς θαπτέτωσαν, σὺ δέ μοι ἀκολούθει·" ἀνάξω γάρ σε εἰς ἀνάπαυσιν καὶ ἀπόλαυσιν ἀρρήτων καὶ ἀλέκτων ἀγαθῶν, "ἃ μήτε ὀφθαλμὸς εἶδε μήτε οὖς ἤκουσε μήτε ἐπὶ καρδίαν ἀνθρώπων ἀνέβη, εἰς ἃ ἐπιθυ μοῦσιν ἄγγελοι παρακύψαι καὶ ἰδεῖν ἅπερ ἡτοίμασεν ὁ θεὸς τοῖς 23.4 ἁγίοις ἀγαθὰ καὶ τοῖς φιλοῦσιν αὐτὸν τέκνοις," ἐγώ σου τροφεὺς ἄρτον ἐμαυτὸν διδούς, οὗ γευσάμενος οὐδεὶς ἔτι πεῖραν θανάτου λαμ βάνει, καὶ πόμα καθ' ἡμέραν ἐνδιδοὺς ἀθανασίας· ἐγὼ διδάσκαλος ὑπερουρανίων παιδευμάτων· ὑπὲρ σοῦ πρὸς τὸν θάνατον διηγωνι σάμην καὶ τὸν σὸν ἐξέτισα θάνατον, ὃν ὤφειλες ἐπὶ τοῖς προημαρ 23.5 τημένοις καὶ τῇ πρὸς θεὸν ἀπιστίᾳ." τούτων τῶν λόγων ἑκατέρωθεν διακούσας ὑπὲρ σεαυτοῦ δίκασον καὶ τὴν ψῆφον ἀνένεγκε τῇ σαυτοῦ σωτηρίᾳ· κἂν ἀδελφὸς ὅμοια λέγῃ κἂν τέκνον κἂν γυνὴ κἂν ὁστισοῦν, πρὸ πάντων ἐν σοὶ Χριστὸς ὁ νικῶν ἔστω· ὑπὲρ σοῦ γὰρ ἀγω νίζεται.