1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

9

[ OΜIΛIA Β.] Τῇ μὲν οὖν ἐπιούσῃ ἡμέρᾳ ἐγὼ Κλήμης, ἔτι τῆς νυκτὸς οὔσης διυπνισθεὶς καὶ μαθὼν τὸν Πέτρον ἐγρηγορότα καὶ τοῖς συνοῦσιν περὶ θεοσεβείας διαλεγόμενον (οἳ ἦσαν δέκα ἕξ, ὧν καὶ τὰ ὀνόματα, ὡς ἑκά- στου ἑξῆς χρόνου μαθών, ἐκθεῖναι ἐβουλευσάμην, ὅπως ἐπιγνῷς καὶ τίνες ἦσαν· ὧν πρῶτος Ζακχαῖος ὁ ποτὲ τελώνης, καὶ Σοφονίας ὁ ἀδελ- φὸς αὐτοῦ, Ἰώσηφός τε καὶ ὁ τούτου σύντροφος Μιχαίας, προσέτι δὲ Θωμᾶς καὶ Ἐλιέζιρος οἱ δίδυμοι, ἀλλὰ καὶ Aἰνέας καὶ Λάζαρος οἱ ἱερεῖς, προσέτι μήν γε καὶ Ἐλισσαῖος Βενιαμίν τε ὁ τοῦ Σαφρᾶ, ὁμοίως γε Ῥούβηλος καὶ Ζαχαρίας οἱ οἰκοδόμοι, Ἀνανίας τε καὶ Ἀγγαῖος οἱ Ἰαμνηνοί, ἔτι τε Νικήτης καὶ Ἀκύλας οἱ ἑταῖροι)-πλὴν ἐπεισιὼν καὶ προσαγορεύσας ἐκαθέσθην, αὐτοῦ κελεύσαντος. ὁ δὲ τοῦ προκειμένου ἐνκόψας λόγου, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει τίνος ἕνεκεν οὐκ ἐξύπνισέν με, ὅπως τῶν λόγων ἐπακούσω, αἰτίαν τιθέμενος τὸν ἐκ τοῦ πλοῦ σκυλμόν· ἐκεῖνον πεφθῆναί μοι θέλων ἡσυχάζειν εἴασεν. ὁπόταν γὰρ ἡ ψυχὴ περὶ τὸ λεῖπον τῷ σώματι ἀσχολῆται, τὰ προσφερόμενα μαθήματα οὐ κατ' ἀξίαν προσίεται. τούτου ἕνεκα διαλέγεσθαι οὐ βούλομαι οὔτε πάνυ διά τινα συμφορὰν λυπουμένοις ἢ ἀμέτρως ὀργιζομένοις ἢ πρὸς λύσσαν ἔρωτος ἐκτετραμμένοις ἢ τὸ σῶμα καταπεπονημένοις ἢ ὑπὸ βιωτικῶν φροντίδων περιωθουμένοις ἢ ἄλλοις τισὶ πάθεσιν ὀχλουμένοις, οἷς ἡ ψυχή (ὡς ἔφην) ὑποπίπτουσα καὶ τῷ σώματι πάσχοντι συναλγοῦσα [καὶ] τὴν αὑτῆς φρόνησιν ἀσχολεῖ. καὶ μὴ λεγέτω τις· Oὐ χρὴ οὖν παραμυθίας καὶ νουθεσίας προσφέρειν τοῖς φαῦλόν τι πράττουσιν. φημί· Eἰ μὲν ἀνύει τις, προσ- φερέτω· εἰ δὲ μή, τῷ καιρῷ εἰξάτω. ἐγὼ γὰρ οἶδα ὅτι «πάντα καιρὸν ἴδιον ἔχει». διὸ χρὴ τοῖς ἀνθρώποις τοὺς τὴν ψυχὴν ·ωννύντας λόγους πρὸ τῆς κακώσεως ἐπιδιδόναι, ἵνα, εἴ ποτε ἐπέλθοι τι φαῦλον, ὁ νοῦς προω- πλισμένος ὀρθῷ τῷ λογισμῷ τὸ ἐπενεχθὲν ὑποστῆναι δυνηθῇ. τότε γὰρ καὶ τῷ διὰ γνώμης ἀγαθῆς βοηθήσαντι παρὰ τὴν ἀκμὴν τοῦ πολέμου οἶδεν ὁ νοῦς συντρέχειν. πλὴν ἔμαθον, ὦ Κλήμης, ὡς ἐν τῇ Ἀλεξαν- δρείᾳ ὁ Βαρνάβας τὸν περὶ προφητείας λόγον τελείως σοι ἐξέθετο· ἢ γὰρ οὔ; κἀγὼ ἀπεκρινάμην· Ναί, καὶ πάνυ καλῶς. καὶ ὁ Πέτρος· Oὐκ- οῦν οὐκ ἀναγκαῖον τὸν νῦν χρόνον δυνάμενον ἡμῖν ὑπηρετεῖν εἰς ἑτέρους λόγους οὓς οὐκ ἐπίστασαι, εἰς οὓς ἐπίστασαι ποιεῖσθαι τὴν ἀσχολίαν. κἀγὼ ἔφην· Ὀρθῶς ἔφης, Πέτρε. ἐμοὶ δὲ τοῦτο χαρίζου πάντοτέ σοι συνεῖναι κρίναντι, τὸν περὶ προφήτου λόγον ἡδέως ἀκούοντι συνεχῶς ὑφηγεῖσθαι· ἄνευ γὰρ αὐτοῦ, ὡς ἔμαθον παρὰ Βαρνάβα, τὴν ἀλήθειαν μαθεῖν ἀδύνατον. Ὁ δὲ Πέτρος ἐπὶ τούτῳ μεγάλως ἡσθεὶς ἀπεκρίνατο· Ἤδη μὲν ἡ πρὸς σὲ διόρθωσις τέλος εἴληφεν, ἐπεγνωκότα τῆς ἀπταίστου προφητείας τὸ μέγεθος, ἧς ἄνευ λαβεῖν τινι τὸ ἐν ὑπεροχῇ συμφέρον ἀδύνατον· πολλῶν γὰρ καὶ διαφόρων ἀγαθῶν ὄντων ἐν τοῖς οὖσιν ἢ ἔσεσθαι δυναμένοις, τὸ πάν- των μακαριώτατον, εἴτε ἀίδιός ἐστιν ζωὴ ἢ παράμονος ὑγεία ἢ τέλειος νοῦς ἢ φῶς ἢ χαρὰ ἢ ἀφθαρσία ἢ καὶ ἄλλο τι ὃ ἐν τῇ τῶν ὄντων φύσει ὑπερέχον