9
παρανόμων ἀσεβημάτων ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ διηνεκῶς ἀποκηρύττεται καὶ ἀναθεματίζεται, ὡς καὶ τῆς τοῦ Θεοῦ καὶ τῆς τοῦ ἁγίου καὶ μεγάλου βασιλέως Κωνσταντίνου διατάξεως παραβάτης καὶ ἀνατροπεύς. Πῶς γάρ ἐστιν τῶν ἐνδεχομένων Χριστιανοὺς μετὰ ἀπίστων γαμικὰς κοινωνίας ποιεῖν καὶ συμπενθεριάζειν, τοῦ κανόνος τοῦτο κωλύοντος καὶ τῆς ἐκκλησίας ἁπάσης ἀλλότριον αὐτὸ λογιζομένης καὶ ἔξω τῆς Χριστιανικῆς καταστάσεως; Ἢ τίς τῶν ἐγκρίτων καὶ εὐγενῶν καὶ σοφῶν βασιλέων Ῥωμαίων κατεδέξατο;" Εἰ δὲ ἀντείπωσιν· "Πῶς ὁ κύρις Ῥωμανὸς ὁ βασιλεὺς μετὰ Βουλγάρων συνεπενθερίασεν, καὶ τὴν ἰδίαν ἐκγόνην δέδωκεν τῷ κυρῷ Πέτρῳ τῷ Βουλγάρῳ;" δεῖ ἀπολογήσασθαι, ὅτι· "Ὁ κύρις Ῥωμανός, ὁ βασιλεύς,ἰδιώτης καὶ ἀγράμματος ἄνθρωπος ἦν, καὶ οὔτε τῶν ἄνωθεν ἐν βασιλείοις τεθραμμένων, οὔτε τῶν παρηκολουθηκότων ἐξ ἀρχῆς τοῖς Ῥωμαϊκοῖς ἐθισμοῖς, οὔτε ἀπὸ γένους βασιλείου καὶ εὐγενοῦς, καὶ διὰ τοῦτο αὐθαδέστερον καὶ ἐξουσιαστικώτερον τὰ πολλὰ κατεπράττετο, καὶ ἐν τούτῳ οὔτε τῇ ἐκκλησίᾳ ἀπαγορευούσῃ ὑπήκουσεν, οὔτε τῇ ἐντολῇ καὶ διαταγῇ τοῦ μεγάλου Κωνσταντίνου κατηκολούθησεν, ἀλλ' ἐκ γνώμης αὐθάδους καὶ αὐτοβούλου καὶ τῶν καλῶν ἀμαθοῦς καὶ μὴ βουλομένης ἕπεσθαι τῷ πρέποντι καὶ καλῷ, μηδὲ ταῖς πατροπαραδότοις στοιχεῖν διατάξεσιν τοῦτο ποιῆσαι τετόλμηκεν, ταύτην μόνην εὔλογον δηλονότι προβαλλόμενος πρόφασιν, τοσοῦτον πλῆθος αἰχμαλώτων Χριστιανῶν διὰ τῆς τοιαύτης πράξεως ἀναρρύεσθαι, καὶ τὸ Χριστιανοὺς εἶναι καὶ τοὺς Βουλγάρους καὶ ὁμοπίστους ἡμῶν, ἄλλως τε καὶ ὅτι οὐδὲ αὐτοκράτορος καὶ ἐνθέσμου βασιλέως θυγάτηρ ἡ ἐκδιδομένη ἐτύγχανεν, ἀλλὰ τρίτου καὶ ἐσχάτου καὶ ἔτι ὑποχειρίου καὶ μηδεμίαν ἐξουσίαν ἐν τοῖς τῆς ἀρχῆς μετέχοντος πράγμασι· καὶ οὐδὲν διέφερεν τὸ τοιοῦτον τοῦ καὶ ἄλλην τινὰ τῶν βασιλικῶν συγγενίδων, τῶν πορρωτέρω τε καὶ ἐγγὺς τῆς βασιλείας εὐγενείας τυγχανουσῶν, καὶ διά τινα κοινωφελῆ δουλείαν, καὶ τοῦ ἐσχάτου καὶ μηδὲν σχεδὸν ἐξουσιάζοντος. Ἐπεὶ ἔξω τοῦ κανόνος καὶ τῆς ἐκκλησιαστικῆς παραδόσεως καὶ τῆς τοῦ μεγάλου καὶ ἁγίου βασιλέως, Κωνσταντίνου διαταγῆς τε καὶ ἐντολῆς τοῦτο πεποίηκεν, πολλὰ καὶ ζῶν ὠνειδίσθη ὁ προρρηθεὶς κύρις Ῥωμανός, καὶ διεβλήθη καὶ ἐμισήθη παρά τε τῆς συγκλήτου βουλῆς καὶ τοῦ δήμου παντὸς καὶ τῆς ἐκκλησίας αὐτῆς, ὡς καὶ τὸ μῖσος ἀπὸ τοῦ τέλους γενέσθαι καταφανές, καὶ μετὰ θάνατον ὁμοίως ἐξουθενεῖται καὶ διαβάλλεται καὶ ὑπὸ καταγνώμην τίθεται καὶ οὗτος, ἀνάξιον πρᾶγμα καὶ ἀπρεπὲς εἰς τὴν εὐγενῆ πολιτείαν Ῥωμαίων καινοτομήσας." Ἕκαστον γὰρ ἔθνος διάφορα ἔχον ἔθη καὶ διαλλάττοντας νόμους τε καὶ θεσμοὺς ὀφείλει τὰ οἰκεῖα κρατύνειν καὶ ἀπὸ τοῦ αὐτοῦ ἔθνους τὰς πρὸς ἀνάκρασιν βίου κοινωνίας ποιεῖσθαι καὶ ἐνεργεῖν. Ὥσπερ γὰρ ἕκαστον ζῶον μετὰ τῶν ὁμογενῶν τὰς μίξεις ἐργάζεται, οὕτω καὶ ἕκαστον ἔθνος οὐκ ἐξ ἀλλοφύλων καὶ ἀλλογλώσσων, ἀλλ' ἐκ τῶν ὁμογενῶν τε καὶ ὁμοφώνων τὰ συνοικέσια τῶν γάμων ποιεῖσθαι καθέστηκεν δίκαιον. Ἐντεῦθεν γὰρ καὶ ἡ πρὸς ἀλλήλους ὁμοφροσύνη καὶ συνομιλία καὶ προσφιλὴς συνδιατριβὴ καὶ συμβίωσις περιγίνεσθαι πέφυκεν· τὰ δὲ ἀλλότρια ἔθη καὶ διαλλάττοντα νόμιμα ἀπεχθείας μᾶλλον καὶ προσκρούσεις καὶ μίση καὶ στάσεις εἴωθεν ἀπογεννᾶν, ἅπερ οὐ φιλίας καὶ κοινωνίας, ἀλλ' ἔχθρας καὶ διαστάσεις φιλεῖ ἀπεργάζεσθαι. Καὶ ὅτι μὴ δεῖ τὰ κακῶς παρά τινων ἐξ ἀμαθείας ἢ αὐθαδείας καταπραχθέντα τοὺς ἐννόμως ἄρχειν βουλομένους μιμεῖσθαί τε καὶ ζηλοῦν, ἀλλὰ τῶν ἐννόμως καὶ δικαίως βεβασιλευκότων τὰς ἀοιδίμους πράξεις ἔχειν, ὡς εἰκόνας ἀγαθὰς εἰς παράδειγμα προκειμένας μιμήσεως, καὶ κατ' ἐκείνας πειρᾶσθαι καὶ αὐτὸν ἀπευθύνειν πάντα τὰ παρ' αὐτοῦ ἐνεργούμενα, ἐπεὶ καὶ τὸ διὰ τὰς τοιαύτας αὐτοβούλους πράξεις αὐτοῦ ἐπελθὸν αὐτῷ τέλος, φημὶ δὴ τῷ κυρῷ Ῥωμανῷ, ἱκανόν ἐστιν πρὸς σωφρονισμὸν παράδειγμα τῷ βουλομένῳ τὰ κακῶς παρ' ἐκείνου πραχθέντα ζηλοῦν. Χρεὼν δὲ μετὰ τῶν ἄλλων καὶ ταῦτά σε γινώσκειν, υἱὲ πολυέραστε, ἅτε τῆς τούτων γνώσεως