1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

9

Περιίστασο καὶ τὴν ἐν βαλανείῳ μετὰ ἀνδρῶν ἄτακτον γινομένην λοῦσιν· πολλὰ γὰρ τὰ δίκτυα τοῦ πονηροῦ. Ἀνδρόγυνον γυνὴ πιστὴ μὴ λουέσθω· εἰ γὰρ περικαλύπτεται τὸ πρόσωπον τὴν ἀπ' ἀλλοτρίων ἀνδρῶν ὄψιν μετὰ αἰδοῦς κρύπτουσα, πῶς γυμνὴ μετὰ ἀνδρῶν ἡ τοιαύτη εἰς λουτρὸν εἰσελεύσεται; Γυναικείου δὲ ὄντος βαλανείου, εὐτάκτως μετὰ αἰδοῦς μεμετρημένως λουέσθω. Μὴ περισσοτέραν δὲ λοῦσιν ποιείσθω, μηδὲ πολλὴν μηδὲ πολλάκις μηδὲ ἐν μέσῃ τῇ ἡμέρᾳ, ἀλλ' εἰ δυνατὸν μηδὲ καθ' ἡμέραν. Ὥρα δέ σοι ἔστω τακτὴ ἡ τῆς καιρολουσίας δεκάτη· δεῖ γάρ σε πιστὴν οὖσαν ἐκ παντὸς καὶ πάντοτε τὴν πολυόφθαλμον περιεργίαν φεύγειν. Τὸ δὲ μάχιμόν σου πρὸς πάντας, μάλιστα δὲ πρὸς τὸν ἄνδρα σου, περίκοψον πιστὴ ὑπάρχουσα, ἵνα σου ὁ ἀνήρ, ἐὰν ᾖ πιστὸς ἢ ἐθνικός, μὴ διὰ σὲ σκανδαλισθεὶς βλασφημήσῃ Θεὸν καὶ σὺ τοῦ οὐαὶ κληρονόμος εὑρεθήσῃ παρὰ Θεῷ. «Oὐαὶ γάρ, φησίν, δι' οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.» Eἰ δὲ πιστὸς ὑπάρχει σου ὁ ἀνήρ, ἀναγκασθήσεται ὡς εἰδὼς τὰς γραφὰς εἰπεῖν τὸ ῥῆμα τὸ γεγραμμένον ἐν τῇ Σοφίᾳ· «Κρεῖσσον οἰκεῖν ἐν ἐρήμῳ, ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμης.» Aἱ οὖν γυναῖκες διὰ τῆς αἰδοῦς καὶ πραότητος τὴν θεο σέβειαν ἐνδείκνυσθε εἰς ἐπιστροφὴν καὶ προτροπὴν πίστεως καὶ τοῖς ἐκτὸς πᾶσιν εἴτε γυναιξὶν εἴτε ἀνδράσιν. Καὶ εἰ δι' ὀλίγων νουθετήσαντες ἐπαιδεύσαμεν ὑμᾶς, ἀδελφαὶ καὶ θυγατέρες καὶ μέλη ἡμῶν, ὡς σοφαὶ καὶ αὐταὶ ἀλοι δόρητοι τοῦ βίου, ἐκζητεῖτε μαθήματα γινώσκειν, δι' ὧν δυνήσεσθε τῇ τοῦ Κυρίου ἡμῶν ἐγγίσαι βασιλείᾳ εὐαρέστως καὶ ἀναπαύσασθαι.

ΒIΒΛIOΝ Β Περὶ ἐπισκόπων, πρεσβυτέρων καὶ διακόνων Ὅτι τὸ ἀγράμματον εἶναι, ἔμπειρον δὲ τοῦ λόγου, οὐ κωλύει α. πρὸς ἐπισκοπήν. β. Oἷον εἶναι χρὴ τὸν ἐπίσκοπον καὶ τοὺς λοιποὺς κληρικούς. γ. Τίνα χρὴ δοκιμάζεσθαι τὸν ἐπίσκοπον προχειριζόμενον. δ. Ὅτι οὐχ ἑκάστῃ χήρᾳ δεῖ μεταδιδόναι, ἀλλ' ἔσθ' ὅτε καὶ τὴν ὕπανδρον δεομένην προκρίνειν, καὶ ὅτι καταφαγῇ, μεθύσῳ, ἀργῷ, οὐ μεταδιδόναι χρή. ε. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν ἐπίσκοπον ἐν τῷ κρίνειν, καὶ τὸ ἦθος μέτριον καὶ τὴν δίαιταν συνεσταλμένον. ς. Περὶ τοῦ μὴ εἶναι τὸν ἐπίσκοπον αἰσχροκερδῆ, μήτε δὲ ἐγγυᾶσθαι