τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ θεράποντα τοῦ Θεοῦ, ἄνεισιν οὗτος ἐπὶ τὴν ὑψηλοτάτην θεογνωσίαν· ὁ δὲ λαὸς εἴργεται ἐγγίζειν, ἵνα μὴ ἀποθάνῃ. Τοῖς γὰρ κοσμικοῖς καὶ φιλοσάρκοις ἐπικίνδυνος ἡ ὑψηλοτέρα θεωρία, ἀλλὰ καὶ τοῖς ἀνάγνοις ἱερεῦσιν· Ἁγιασθήτωσαν γὰρ, φησὶ, μήποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν ὁ Κύριος· τοῦτ' ἔστιν, ἀνέλῃ, ἢ καὶ ἀπαναχωρήσῃ διὰ τὴν ἀκαθαρσίαν αὐτῶν. Καταβάντος δὲ Μωσέως καὶ διαμαρτυραμένου τῷ λαῷ· συγκαταβατικῶς γὰρ καὶ οἱονεὶ γεωδῶς καὶ σωματικῶς ὁ νόμος Ἰουδαίοις διαλέγεται· συνάνεισιν αὐτῷ καὶ Ἀαρὼν, τοῦ Θεοῦ κελεύσαντος. Ἐγγίζει γὰρ τῷ Θεῷ πρότερος ὁ Μωσαϊκὸς νόμος ὡς ἅγιος, ὕστερον δὲ καὶ ὁ εὐαγγελικὸς, ὡς ἱερώτατος, καὶ συζεύγνυνται κατὰ Θεὸν, ἤτοι κατὰ τὴν πνευματικὴν θεωρίαν· συνᾴδουσι γὰρ κατά γε τὸ πνευματικῶς θεωρούμενον. Κωλύεται δὲ τὸ λοιπὸν ἱερατικὸν γένος ἀνελθεῖν εἰς τὴν κορυφὴν τοῦ ὄρους. Τοῖς γὰρ ἔτι τὴν ἐν σκιαῖς τελοῦσι λατρείαν οὐ δίδοται παρὰ Θεοῦ, τὸ πρὸς ὕψος ἀνάγεσθαι δογμάτων, τετήρηται δὲ τοῖς ἐν πνεύματι καὶ ἀληθείᾳ λατρευταῖς τοῦ Θεοῦ. Ὑμῖν γὰρ, φησὶ, δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. Ὁ Μωσῆς ἀφεὶς τὴν πεδιάδα, καὶ περὶ τοὺς πρό ποδας τοῦ ὄρους γενόμενος, ἀνῆλθεν εἰς αὐτὸ, καὶ διασχὼν τὴν νεφέλην, λαμπρότητα Θεοῦ εἶδε καὶ ἔπαθε. Πεδιὰς ἀναγωγικῶς ὁ ἐνάρετος βίος· παντὶ γὰρ ῥᾴδιος. Πρόποδες δὲ τοῦ ὄρους ἡ πρακτικὴ ἀρετὴ, καὶ τοῖς ἀνδρειοτέροις εὐεπιχείρητος, δι' ἧς ἐπὶ τὸ τῆς θεωρίας ὕψος χειραγωγούμεθα. Ὄρος δὲ τὸ περίοπτον καὶ κορυφαῖον τῆς θεωρητικῆς ἀρετῆς, ὃ τοῖς τελείοις καὶ μόνοις βάσιμον. Ἀλλ' οὐδὲ ἐνταῦθα γενόμενος, ἴσχυσε τοῦ ποθουμένου τυχεῖν· ἐνεπόδιζε γὰρ ἡ νεφέλη, τοῦτ' ἔστι, τὸ πάχος τῆς σαρκός. Καὶ διασχὼν καὶ οἷον ὑπερβὰς ταῖς πρὸς Θεὸν νεύσεσιν, εἶδέ τε δόξαν Θεοῦ, λόγους ἀποῤῥήτους μαθὼν, καὶ πέπονθε λαμπρυνθεὶς τὸ πρόσωπον, ὡς ἐπικαλύμματος δεῖσθαι, πρὸς τὸν λαόν. Καὶ γὰρ οἱ συγγραφέντες αὐτῷ λόγοι κάλυμμα μὲν ἔχουσι τὴν σωμα 77.1200 τικὴν γνῶσιν· λαμπρότητα δὲ, τὰ εἰς Χριστὸν ἀναγόμενα. Τὴν διὰ ξηρᾶς ἐν θαλάσσῃ διόδον, τὴν διὰ ῥάβδου τῶν ὑδάτων πληγὴν, τὸν στύλον τῆς νεφέλης καὶ τοῦ πυρὸς, καὶ τὰ τοιαῦτα ἅπαντα σωματικῶς μὲν νοοῦσιν Ἰουδαῖοι. Τοῦ δὲ περικαλύμματος ἀφαιρουμένου, τῇ λαμπρότητι τῆς ἀληθείας ἐντρανίζειν οὐ σθένοντες καταπίπτουσιν· εἰ μή τις Ἀαρὼν εἴη τῷ χρίσματι τοῦ βαπτίσματος ἱερωμένος, καὶ πρὸς λατρείαν τῷ Θεῷ ἀνακείμενος. Ὁ νόμος τὸ Σάββατον δέδωκεν, ἵνα ἀναπαύση ται, φησὶ, τὸ ὑποζύγιόν σου καὶ ὁ παῖς σου. Ἀμφότερα δὲ ταῦτα τὸ σῶμα αἰνίττονται. Τοῦτο γὰρ τοῦ μὲν πρακτικοῦ νοὸς ὑποζύγιόν ἐστιν, ἀχθοφορεῖν αὐτῷ τὰς πράξεις ἀναγκαζόμενον, τοῦ δὲ θεωρητικοῦ νοὸς παῖς ἐστι, λογικῶς ὑπηρετούμενον ταῖς ἐπιταγαῖς αὐτοῦ. Καὶ τούτῳ δὲ τῷ νοῒ κἀκείνῳ Σάββατόν ἐστι τὸ πέρας τῶν ἐνεργουμένων αὐτοῖς καλῶν κατά τε πρᾶξιν καὶ θεωρίαν, τὴν πρόσφορον ἀνάπαυσιν ἑκάστῳ παρέχον. Σάββατόν ἐστι μυστικὸν ἀπραξία παθῶν τελεία, διὰ τῆς πρακτικῆς φιλοσοφίας κατορθωθεῖσα. Σάββατόν ἐστιν ἐλευθερία ψυχῆς λογικῆς καὶ αὐτὴν ἀποβαλούσης τὴν πρὸς τὰ αἰσθητὰ φυσικὴν ἐνέργειαν, διὰ τῆς ἐν πνεύματι φυσικῆς θεωρίας. Σάββατα Σαββάτων ἐστὶν ἠρεμία πνευματικὴ ψυχῆς, τὸν νοῦν συστειλάσης, καὶ ἀπ' αὐτῶν πάντων τῶν ἐν τοῖς οὖσι θειοτέρων λόγων, καὶ μόνῳ τῷ Θεῷ κατ' ἐρωτικὴν ἔκστασιν ὁλικῶς αὐτὸν ἐνδησάσης, καὶ παντελῶς ἀμετακίνητον τοῦτον ἀπ' ἐκείνου διὰ τῆς μυστικῆς θεολογίας ποιησάσης. Τὸν ἐν Σαββάτῳ συλλέγοντα ξύλα λιθόλευστον ὁ Θεὸς γενέσθαι προσέταξεν. Ἐπεὶ γὸρ τὸ ξύλον μὲν τροφὴ τοῦ αἰσθητοῦ πυρὸς, ἡ δὲ ἁμαρτία τροφὴ τοῦ αἰωνίου πυρός· τὸν ἐν καταπαύσει τῶν πονηρῶν ἔργων γενόμενον, διὰ τοῦ θείου βαπτίσματος ἢ τῆς μετανοίας, καὶ ἐν τῇ καταστάσει ταύτῃ τὰ ἁμαρτήματα