Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
διαφορὰν τοῦ Ἐμίσησας καὶ Ἀπολεῖς· πρῶτον μὲν εἰ χεῖρον τοῦ Ἀπολεῖς τὸ Ἐμίσησας· δεύτερον δὲ, διὰ τί τὸ μὲν εἰς παρεληλυθότα ἔκλινε χρόνον, τὸ δὲ εἰς μέλλοντα. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου, κ.τ.λ. (C f. b.) Ἐγὼ, φησὶν, ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου· οὕτω γὰρ λέγειν δυνήσομαι, τὸ Πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι, καὶ ὡς ἠλεη μένος σὺν εὐλαβείᾳ προσκυνήσω σοι ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ἀμελούμενα, μείζονα γίνεται τῶν ἁμαρτημάτων τὰ τραύματα· καὶ οὐ μέχρι τραυμά των ἵσταται τὰ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ θάνατον τίκτει τὸν ἀθάνατον.
ΨΑΛΜΟΣ ςʹ.
Κυρίλλου ἐκ τοῦ εἰς Ψαλτήριον ὑπομνήμα τος, ῥητοῦ προκειμένου· "Κύριε,
μὴ τῷ θυμῷ σου ἐλέγξῃς με." Καίτοι ταῦτα ἀκούσας παρὰ τοῦ προφήτου, μεμένηκεν ἀσφαλής· οὐ κατώλισθεν εἰς τὸ ῥᾴθυμον, οὐκ ἀνῆκε τοῦ τόνου· ἀλλὰ καίτοι λίαν ἡσθεὶς ἐπὶ τῇ τοῦ συγχωρήσαντος ἡμερότητι, καὶ χαριστηρίους ἀνατείνας ᾠδὰς, οὐδὲν ἧττον ἄθυ μος ἦν ὅτι προσκέκρουκεν ὅλως· πρέπει γὰρ ἁγίοις ἐπαινεῖσθαι μᾶλλον ἢ συγγινώσκεσθαι. Μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. (A f. 33.) Λέγων δὲ, "Μὴ τῇ ὀργῇ σου παιδεύσῃς με," παραιτεῖσθαί πως ἔοικε τοῦ νομικοῦ γράμμα τος τὴν ἀποτομίαν. Ἀθετήσας γάρ τις νόμον Μω σέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· τοιγάρτοι καὶ κατακρίσεως διακονίαν ὁ θεσπέσιος Παῦλος τὸν νόμον ὀνομάζει· δεδικαίωκε γὰρ οὐδένα, πικρὰς δὲ τοὺς ἁμαρτάνοντας ἐζήτει δίκας. Οὐκοῦν τῆς ἐν νόμῳ παιδεύσεως ἀμείνων ἐστὶν ἀσυγκρίτως ἡ διὰ Χριστοῦ· ἡ μὲν γὰρ εἰς ἔλεγχον ἔκειτο τῶν ἠσθενηκότων, καὶ εἰς κατάκριμα τῶν παραβαινόντων, ἡ δὲ εἰς δικαίωσιν τῶν ἠσθενη κότων. Ὃ τοίνυν εἴπομεν, οὐ παρακαλεῖ μὴ ἐλεγ χθῆναι, ἀλλὰ μὴ θυμῷ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. (A f. 34 b.) Οὐκ εἶπεν· Ἄνες μοι, οὐδὲ ἔνδος μοι, ἀλλ' Ἴασαι· τὰ γὰρ πρότερα ἀξιοῖ τραύματα ἀφα νισθῆναι. Προσελθὼν γὰρ ὡς ἰατρῷ πνευμάτων τῷ Θεῷ, καὶ ὁμολογήσας τῆς φύσεως τὴν ἀσθένειαν, αἰτεῖ τὴν ἐπικουρίαν· καὶ ∆ιψῶ τὴν ἴασιν, λέγων, ἐν κακοῖς με γεγονότα ἐλέῳ θεράπευσον. Ἐξ ἀσθενείας γὰρ ἦλθον ἐπὶ τὸ πάθος. Τίς δὲ ἡ ἀσθένεια; Ἐξηρ θρώθη τὰ ὀστᾶ μου, καὶ διελύθη ἀπὸ τῆς μετ' ἀλλή λων ἁρμονίας. Ὀστᾶ δὲ λέγει τοὺς σώφρονας λογι σμοὺς, τοὺς τὴν ψυχὴν διερείδοντας, καὶ τὰς λόγῳ ληπτὰς τῆς ψυχῆς δυνάμεις, αἳ καὶ ἀνέχουσιν αὐτὴν εἰς νοητικὴν εὐρωστίαν· οἷον ἐγκράτεια, φρόνησις, ἡ κατὰ Θεὸν ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς· ὧν οὐκ οὐσῶν ἐν ἡμῖν ἀσυγχύτως, ἤγουν ἐν κόσμῳ τῷ δεόντι διὰ τοῦ τὴν ἰδίαν ἔχειν ἰσχὺν, πᾶσά πως ἀνάγκη ταράττε σθαι τὴν ψυχὴν, ἀτακτούντων ἐν αὐτῇ τῶν παθῶν. Τότε γὰρ οἷον ἐν σάλῳ γινομένη κοσμικῶν ἡδονῶν κινδυνεύει δεινῶς· ἀτονούσης γὰρ ἐν ἡμῖν τῆς ἀρε τῆς, κατακρατεῖ πάντως εἰς φαυλότητα κατασείουσα ἡδονή. Ὅτι δὲ ὀστᾶ τροπικῶς νοηθεῖεν ἂν αἱ νοηταὶ τῆς ψυχῆς δυνάμεις, καθ' ἃς ἔχει τὴν εἰς τὸ εὖ εἶναι σύστασιν καὶ διαμονὴν, αὐτὸς ὁ ∆αβὶδ ἑρμηνεύει τοῦ λόγου τὸ αἴνιγμα, δι' ὧν ἐπήγαγε τοῖς εἰρημένοις. ὅτι Ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. (A f. 35 b.) Οἶμαι δὲ καὶ ἕτερόν τι κατασημαίνε 69.745 σθαι, διὰ τοῦ φάναι τὸν Ψάλλοντα ταραχὴν ὑπομεῖ ναι τὰ ὀστᾶ αὐτοῦ. Ἔκτισε μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ὁ Θεός· ἐπεὶ δὲ τὴν δοθεῖσαν πεπά τηκεν ἐντολὴν ὁ προπάτωρ Ἀδὰμ καὶ παρώλισθεν εἰς παράβασιν, ἐπάρατος ἦν εὐθύς. Εἴρηται γὰρ πρὸς αὐτόν· "Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Τετα ράχθαι τοίνυν καὶ κατὰ τοῦτον οἶμαι τὸν τρόπον τὰ πάντων ὀστᾶ, ἅτε δὴ λυθείσης εἰς θάνατον τῆς σαρ κός· εἰσέδραμον γὰρ καὶ αὐτὴν τὴν ψυχὴν θόρυβοί τε καὶ πτοῖαι, καὶ ἡ τῶν παθῶν τυραννίς. Φθαρτοῦ γὰρ ἅπαξ γεγονότος τοῦ σώματος, τὰ τῆς φθορᾶς ἐν αὐτῷ βεβλάστηκε πάθη, καὶ ὁ