9
μνήμην. ἐρέσθαι δέ φησι τὸνἈπολλώνιον, εἰ εστι παρ' αὐτοῖς χρύσεον υδωρ -ὢ τοῦ σοφοῦ καὶ παραδόξου πύσματος-καὶ περὶ ἀνθρώπων δὲ ὑπὸ γῆν οἰκούντων καὶ Πυγμαίων αλλων καὶ σκιαπόδων ἀνερωτᾶν, καὶ εἰ γίγνοιτο παρ' αὐτοῖς ζῷον τετράπουν, ὃ λέγεται μαρτιχόρα, ὃ τὴν κεφαλὴν ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν ἐκφέρειν πηχυαίας καὶ ἀκανθώδεις τὰς τρίχας, ας βάλλειν ωσπερ τοξεύματα ἐς τοὺς θηρῶντας, καὶ τοιαῦτα μὲν τὸνἈπολλώνιον ἀνερωτᾶν, τὸν δὲἸάρχαν διδάσκειν αὐτὸν περὶ μὲν τῶν Πυγμαίων, ὡς ἄρα εἶεν οἰκοῦντες μὲν ὑπόγειοι, διατρίβοντες δὲ ὑπὲρ τὸν Γάγγην ποταμὸν ζῶντες, περὶ δὲ τῶν αλλων, ὡς ἀνύπαρκτα εἴη. εριον ἐπὶ τούτοις φυόμενον αὐτοῖς ἀπὸ γῆς ἐς ἐσθῆτος υλην ὁ Φιλόστρατος ἀναγράφει, πάντως δήπου τῶν φιλοσόφων ἱστὸν ἐποιχομένων καὶ ταλασιουργίαις ἐς ἐσθῆτος κατεργασίαν ἐκπονουμένων-οὐδὲ γὰρ εἰσῆκται παρ' αὐτοῖς γυναικεῖον φῦλον-εἰ μὴ καὶ τοῦτο φήσειεν αὐτόματον αὐτοῖς παραδόξως δὴ ἱερὰν ἐς ἐσθῆτα μεταφύεσθαι. φέρειν δ' εκαστον αὐτῶν ῥάβδον καὶ δακτύλιον ἀπόρρητον εχοντα ἰσχύν. εἶτα παραδοξοποιίαι τοῦ Βραχμᾶνος, ὡς δαιμονῶντα δι' ἐπιστολῆς ἀνακαλέσαιτο, ὡς χωλεύοντα καταψήσας τὸν γλουτὸν θεραπεύσειεν, ὡς τυφλῷ τὸ βλέπειν καὶ ἀδρανεῖ τινι τὴν χεῖρα σῴαν χαρίζοιτο. πολλὰ κἀγαθὰ γένοιτο πραγμάτων ἡμᾶς ἀπολύσαντι τῷ συγγραφεῖ· δῆλα γάρ, ὡς ἀληθῆ καὶ ταῦτα, ὅτε βροντὰς καὶ ἀνέμους ἐν πίθοις τρίποδάς τε ἐκ λίθου φοιτῶντας αὐτομάτως καὶ οἰνοχόους ἀπὸ χαλκοῦ περιελαύνειν ἐν κύκλῳ τὰς κύλικας προιστορήσας διὰ τῆς περὶ τούτων ὡς ἀληθῶν ἀφηγήσεως καὶ τῶν 389 λοιπῶν ἁπάντων ἐξέφηνέ τε καὶ διήλεγξε τὴν μυθολογίαν. εἰρηκέναι δέ φησιν ὁ Φιλόστρατος τὸν ∆άμιν δίχα τῆς αὐτοῦ παρουσίας καὶ τῷ Ἰάρχᾳ συμφιλοσοφῆσαι τὸν Ἀπολλώνιον εἰληφέναι τε παρ' αὐτοῦ δακτυλίους ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς καὶ φορεῖν αὐτὸν καθ' ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν. ταῦτα δὲ νῦν εἰπὼν ὁ τἀληθὲς τιμᾶν παρὰ τῷ Φιλαλήθει νενομισμένος μεθ' ἕτερα τῆς γραφῆς, ὡς ἂν δὴ γοητείαν τῶν Βραχμάνων καταγνοὺς καὶ ταύτης ἐλεύθερον καταστῆσαι τὸν Ἀπολλώνιον φροντίσας ἐπιφέρει φάσκων κατὰ λέξιν· «ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ', ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτε ἐδεήθη μαθεῖν, ἀλλ' ἐπῄνει μέν, ζηλοῦν δὲ οὐκ ἠξίου.» καὶ πῶς, ὦ οὗτος, οὐκ ἠξίου; ὁ δίχα τοῦ ∆άμιδος σπουδὴν ποιούμενος συμφιλοσοφεῖν αὐτοῖς καὶ τὸν μόνον ἑταῖρον, ὅ τι καὶ πράττοι, λανθάνειν δέον ἡγούμενος, πῶς δὲ οὐκ ἠξίου ζηλοῦν ὁ τοὺς τῶν ἀστέρων ἐπωνύμους καταδεχόμενος δακτυλίους καὶ τούτους ἀναγκαῖον τιθέμενος διὰ παντὸς τοῦ βίου φέρειν πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν καίτοι γε ἀπόρρητον, ὡς φῂς αὐτός, ἔχοντας ἰσχύν; εἰ δὲ καὶ δοθείη τὸ μὴ ζηλοῦν ἠξιωκέναι αὐτὸν ὡς μὴ εὖ πράττοντα, οὐκ ἐζήλου δηλονότι. πῶς οὖν ἐπῄνει, ἐφ' οἷς μὴ ἠξίου ζηλοῦν; εἰ δ' ὡς θείως ἐνεργοῦντας ἐπῄνει, πῶς οὐκ ἐζήλου τὰ ἐπαίνων ἄξια; ἀλλὰ γὰρ μετὰ τὴν παρὰ τούτοις διατριβὴν παλινοστοῦντα αὐτὸν ἅμα τοῖς ἑταίροις ἐληλυθέναι φησὶν ἐς τὴν τῶν Ὠρειτῶν χώραν, ἔνθα χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦ δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. Καὶ τοσαῦτα μὲν τὰ κατὰ τὸ τρίτον σύγγραμμα, 390 ἐπίωμεν δ' ἤδη καὶ τὰ ἑξῆς. ἐπανελθόντα φησὶν ἀπὸ τῆς Ἰνδῶν χώρας ἐπὶ τὴν Ἑλλάδα κοινωνὸν τῶν θεῶν πρὸς αὐτῶν τῶν θεῶν ἀνακεκηρῦχθαι, οἳ καὶ τοὺς κάμνοντας ὡς αὐτὸν ἐφ' ὑγείᾳ παρέπεμπον, καὶ δῆτα ὡς ἐξ Ἀράβων καὶ μάγων καὶ Ἰνδῶν παράδοξόν τινα καὶ θεῖον ἡμῖν αὐτὸν ἀγαγὼν παραδόξων ἐντεῦθεν ἀφηγημάτων κατάρχεται. καίτοι ἄν τις εἴποι εὐλόγως, ὅτι δὴ εἰ θειοτέρας ἢ κατ' ἄνθρωπον φύσεως ἦν, πάλαι, ἀλλ' οὐ νῦν ἔδει, πρὸ τῆς δὲ ἑτέρων μεταλήψεως τῶν θαυμασίων κατάρχεσθαι, περιττὴ δ' ἂν καὶ ἡ ἐξ Ἀράβων αὐτῷ μάγων τε καὶ Ἰνδῶν