9
ΙΑʹ. Φαίη δ' ἄν τις, πῶς ὁ μὲν Ματθαῖος πορευθέντας τοὺς ἕνδεκα εἰς τὸ ὄρος τῆς Γαλιλαίας ἑωρακέναι φησὶ τὸν Ἰησοῦν, ὁ δὲ Ἰωάννης μετὰ τὰς δύο ὀπτασίας τὰς ἐν τῇ Ἱερουσαλὴμ τὸ τρίτον ὦφθαι αὐτὸν οὐκ ἐν τῷ ὄρει τῆς Γαλιλαίας, ἀλλὰ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ἱστορεῖ; Τρίτον μὲν ἀληθῶς τοῦτο σύμφημι καὶ αὐτὸς τὸν Σωτῆρα ὦφθαι τοῖς μαθηταῖς, τὸ μὲν πρῶτον κατ' αὐτὴν τὴν ἡμέραν τῆς ἀναστάσεως, καθ' ἣν Μαρία ἡ Μαγδαληνὴ πρωΐας αὐτὸν ἑώρακε· ταύτην δὲ τὴν πρώτην ὀπτασίαν καὶ Λουκᾶς ἱστορεῖ. ∆εύτερον δὲ μεθ' ἡμέρας ὀκτὼ, δηλαδὴ τῇ ἑτέρᾳ Κυριακῇ, καθ' ἣν αὖθις ἐπιφανεὶς ὁ Σωτὴρ τὸν Θωμᾶν τῆς ἀπιστίας θεραπεύει, δείξας αὐτῷ τὴν πλευρὰν καὶ τὰς χεῖρας. Ἐπεὶ δὲ κεκελευσμένοι ἦσαν ἐπὶ τὴν Γαλιλαίαν ὁμοῦ ἀπαντᾷν, ἔπραττόν τε μετὰ τῶν λοιπῶν οἱ ἕνδεκα τὸ κελευσθὲν, καὶ ὁ καθεῖς αὐτῶν ἐπισυνήγετο, μήπω τῶν ἕνδεκα ἠθροισμένων, ἀλλ' ἔτι μελλόντων, τὸ τρίτον παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, οὐ τοῖς ἕνδεκα φαίνεται, ἀλλὰ μόνοις ἑπτὰ τοῖς ὑπὸ Ἰωάννου δεδηλωμένοις· οὗτοι δὲ ἦσαν Πέτρος καὶ Θωμᾶς καὶ Ναθαναὴλ, δύο τε οἱ υἱοὶ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο· τοῦτο δὴ οὖν τρίτον τούτοις ἀληθῶς ὤφθη, οὔπω ἕνδεκα συνηγμένων. ∆ιόπερ ἀκριβῶς οὐκ ἀποκλείων καὶ τοὺς λοιποὺς ὁ Ἰωάννης τῆς τοῦ Σωτῆρος ὀπτασίας, ἐπεσημήνατο, μετὰ τὴν πρώτην καὶ δευτέραν ὀπτασίαν, τὴν τρίτην μόνοις τοῖς κατωνομασμένοις πεποιῆσθαι αὐτὸν ἐπὶ τῆς θαλάσσης τῆς Γαλιλαίας. Οὐκ ἀπεικὸς δὲ μετὰ ταῦτα καὶ τέταρτον καὶ πέμπτον, καὶ ἄλλοτε καὶ πολλάκις ὦφθαι αὐτόν· διὸ οὐδὲ περιγράφει ὁ Ἰωάννης πάσας τοῦ Σωτῆρος τὰς πράξεις· προϊὼν δὲ ἑξῆς φησι, Καὶ ἄλλα πολλὰ ἐποίησεν ὁ Ἰησοῦς· μετὰ γοῦν τὸ ὦφθαι αὐτὸν τοῦτο τρίτον τοῖς εἰρημένοις ἑπτὰ, τετάρτην ὀπτασίαν οὐκ ἂν ἁμάρτοις τὴν παρὰ τῷ Ματθαίῳ φήσας εἶναι, ἣν ἐν τῷ ὄρει τοῖς ἕνδεκα πεποιῆσθαι ἀνέγραψε. Καὶ μετὰ τούτους οὐκ ἂν σφαλείης ὁμοῦ κατὰ ταυτὸν συνηγμένοις ἅμα τοῖς ἕνδεκα καὶ τοῖς ἑβδομήκοντα αὐτὸν ὦφθαι εἰπών. Ὁ δὲ Παῦλος καὶ ἔτι τούτων πλείοσιν ἑωρᾶσθαι τὸν Σωτῆρα μετὰ τὴν ἀνάστασιν ἱστορεῖ, τοῦτο παρ' ἑτέρων μαθών· «Ὤφθη γὰρ, φησὶ, Κεφᾷ, εἶτα τοῖς δώδεκα, ἔπειτα πεντακοσίοις, ἔπειτα Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν, ἔσχατον δὲ πάντων, φησὶ, κἀμοί.» Ὁρᾷς ὁσάκις καὶ ὅσοις ὤφθη μετὰ τὴν ἀνάστασιν; Οὕτω καὶ τοῖς ἐν Ἱερουσαλὴμ κρυπτομένοις ὤφθη· καὶ πρὸ αὐτῶν τοῖς περὶ Κλεόπαν ἀπιοῦσιν ἐπὶ Ἐμμαοῦν· καὶ πρό γε πάντων, ἀνδρῶν μὲν Σίμωνι, γυναικῶν δὲ τῇ Μαγδαληνῇ. Ἔνθεν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν, ἐπεὶ πολλάκις ἑαυτὸν ἐδείκνυ τοῖς μαθηταῖς, ἐπιτηρεῖ λέγων, ὡς ἄρα δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναυλιζόμενος, τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ παρεδίδου μαθήματα, παρῄνει τε ὁρμᾷν εἰς τὴν Ἱερουσαλὴμ, κἀκεῖ κηρύττειν Ἰουδαίοις πρώτοις τὸν λόγον· μηδὲ πρότερον ἀναχωρεῖν τῆς πόλεως, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, περὶ ἧ; μικρὸν ὕστερον διαληψόμεθα.