9
καλαμήσεται γεωργούς, οὐ γραφαὶ τὰς οἰκίας τῶν πενήτων κενώσουσιν· οἶδε γὰρ οὗτος ἑτέρας γραφάς, δι' ἃς τὸ ὑπὸ χεῖρα σωθήσεται. οὐ προστασία χώρων τοῖς θρασυτέροις ἢ ἀβελτήροις δοθήσεται, ἀλλὰ τοῖς ἐπιεικεστάτοις, οὐδὲ τοῖς θηριωδεστέροις, ἀλλὰ τοῖς φιλανθρωποτάτοις· οὐ γὰρ ἀρχὴν ἁρπακτὴρ καὶ λυμεὼν χειρώσεται ἄνθρωπος, τροφὴν ἔχων ἀνθρώπων βλάβην καὶ πόμα τούτων τὰ δάκρυα, ὃς τρυφᾷ τοῖς τοῦ πλησίον κακοῖς καὶ ἁρπαγαῖς χαίρει καὶ ἐμπαροινεῖ τῇ φύσει τῷ καιρῷ καταχρώμενος, ἀλλ' αἰδοῖος ἀνὴρ ἐπιεικέστατός τε καὶ προσηνέστατος καὶ θεοῦ ὄπιν ἔχων τὸ τῆς ποιήσεως προκριθήσεται, ὁ συνέσει κεκοσμημένος, ὁ παιδείᾳ πεπυκασμένος, καὶ ὁ τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς ἀντεχόμενος.
20 Οὐ γὰρ ἐξ ἱπποσύνης ἢ τοξοσύνης ἢ τοῦ πέμπειν εὐστόχως βέλος ἢ κραδαίνειν εὐφυῶς δόρυ ἢ ἀσπίδα προβάλλεσθαι δεξιῶς οὐδ' ἐκ ταχυτέρων τινῶν κινημάτων τῶν μικρῶν ὄντων ἀξίων ὁ βασιλεὺς ἀρτίως ἐξώρμηται, ἅπερ ὡς ἐν μέρει παιγνίων πάλαι τούτῳ νενόμισται, εἰ καὶ εἰς ἄκρον ἐξείργασται, ἀλλ' ἐκ λόγων καὶ βίβλων καὶ φιλοσοφίας αὐτῆς, ἀλλ' ἐκ μαθημάτων καὶ ἐξ ἀκροτάτης τῶν ὄντων γνώσεως. ἀνάγκη γοῦν πᾶσα γενήσεσθαι τὸ θρυλλούμενον. ἔφη καὶ γάρ τις τῶν παλαιτέρων ἐπιστημόνων ὡς τότε παύσουσι τῶν κακῶν αἱ πόλεις καὶ ἐμπεριπολεύσει ταύταις τὰ ἀγαθὰ, ὅτε φιλοσοφήσουσι βασιλεῖς ἢ βασιλεύσουσιν οἱ φιλόσοφοι. ἐν τούτῳ δὲ καὶ ἄμφω συμβέβηκε· βασιλεὺς καὶ γὰρ ὢν εἰς ἄκρον πεφιλοσόφηκε καὶ φιλόσοφος γενησόμενος κραταιότερον βεβασίλευκεν. οὐχ ὁρᾶτε τοῦτον ἀριπρεπέστερον τοῦ Ὁμηρικοῦ Ἀγαμέμνονος, ὃν ἐκεῖνος εἰσάγει ἵκελον ὄμματα καὶ κεφαλὴν τερπικεραύνῳ ∆ιί, ζώνην δὲ Ἄρεϊ, στέρνον δὲ Ποσειδῶνι; οὐδ' ἂν βασιλῆι ἀνδρὶ ἐοικέναι αὐτὸν εἴποιμι, ἀλλά γε κατὰ τὴν Πυθίαν δίζω ἠὲ θεὸν ὀνομάσαι ἢ ἄνθρωπον· νικᾷ δὲ μᾶλλον θεὸν αὐτὸν καὶ εἶναί τε καὶ κικλήσκεσθαι. οὗτος ἐκ φιλοσοφίας θεοειδὴς ἀναπέφανται καθάπερ ἐκ γένους μὲν βασιλεύς, ἐκ δὲ φύσεως ἰσχυρός, ἐκ δ' ἀρετῆς ἀνδρεῖος, ἐκ δὲ τῶν πραγμάτων πανάριστος.
21 Ἂν οὖν ὡς στύλον ὄντα Ῥωμαίοις αὐτῶν εἰς ὕψος αἴροντα τὰ φρονήματα κλάειν τὸν αὐτοκράτορα βουληθείημεν, ἰδοὺ στύλος ἄλλος ἡμῖν, τάχα δὲ καὶ στύλος πυρὸς τὸν νέον καθοδηγῶν Ἰσραὴλ εἰς ἐπαγγελίας γῆν, εἰς γῆν γάλακτος κρουνοὺς καὶ μέλιτος ἀπορρέουσαν, ἐξ ἧς κακῶς ἀπερρίφημεν· ἂν ὡς πύργον ἐντὸς πάντα φρουροῦντα καὶ ἀκίνδυνα διασώζοντα, ἰδοὺ πύργος ἐρυμνότερός τε καὶ ἀσφαλέστερος. δότε γάρ μοι λέγειν τὸ ἀληθές· οὐδὲ γὰρ ἀγανακτήσει πατὴρ τὰ κρείττω τοῦ υἱέως ἀκούοντος ἐν ὀνόμασιν, ὃν μείζω καλῶς ἐγνώρισεν ἐν τοῖς πράγμασι· συχνὸς γὰρ χρόνος ἐξ ὅτου πάντων ἀνθρώπων καὶ ἑαυτοῦ κρείττω τοῦτον ὁ πατὴρ ἀπεφαίνετο. πείθει γοῦν με καὶ ἡ τοῦ βασιλέως ἀπόφανσις καὶ ἡ τῶν πραγμάτων ἐνάργεια τοιαῦτα περὶ τοῦ βασιλέως διαμαρτύρεσθαι· ἐπεὶ γοῦν τὸν λόγον ἔχετε βέβαιον ὅτι μηδ' ἀμφαγνοεῖτε τὴν πρόρρησιν, ἐχέσθω τῶν προτέρων μοι ὁ εἱρμός. ἂν οὖν ὡς δένδρον πάντα περιπυκάζοντα τὸν παρελθόντα ζητήσωμεν, ὡς ἐκ τῶν λυπηρῶν τὰ ὑπ' ἐκεῖνον σκιάζοντα, ἰδοὺ δένδρον ἄλλο περιφανέστερον ὅσῳ καὶ χλωροτέροις φύλλοις κομῶν καὶ ἐπιβρῖθον καρποῖς καὶ πρὸς μέλλουσαν καρποδοσίαν εὐθετιζόμενον· τούτου ταῖς σκιαῖς ἡμεῖς ἀναπαυθησόμεθα. ἂν οὖν ὡς κέντρον ἐκεῖνον ποθήσωμεν τὰ κύκλῳ περικρατοῦντα καὶ φέροντα, ἰδοὺ ἡμῖν κέντρον τρανότερον, μείζους ἐπὶ κύκλοις περιάγειν κύκλους δεδυνημένον καὶ ἄλλους ἐπ' ἄλλοις κατὰ τὸ ἄπειρον. ἂν ὡς ἥλιον ἐκεῖνον κοσμικὸν ὑπειλήφειμεν καὶ ὑπ' ἐκείνου καταφωτίζεσθαι ἔγνωμεν, ἤδη καὶ ἕτερος ἥλιος φανότερός τε καὶ καθαρώτερος ταῖς τῆς γνώσεως ἀκτῖσιν οὐ Ῥωμαίων γῆν μόνον ἀλλὰ καὶ πάντα περιλάμπειν ἔχων τῆς οἰκουμένης τὰ πέρατα. ἂν τοῦ συμπαθοῦς τὸν ἀπιόντα πενθήσωμεν, τοῦ συμπαθεστέρου τὸν περιόντα θαυμάσωμεν. ἂν τοῦ μετρίου ἐκεῖνον καὶ ταπεινόφρονος ἀποκλαύσωμεν, τοῦ μετριωτέρου τοῦτον ποθήσωμεν. οὐδενὸς