ταχίων· γλαυκίων· διπλασίων· οὕτως οὖν καὶ βραδίων διὰ τοῦ ι. 9Βραχίων9: Ὁμοίως, χωρὶς τοῦ χερείων καὶ ἀρείων, καὶ δισυλλάβων τινῶν, μείων· πλείων· διὰ διφθόγγου γράφεται. 9Βριμαίνειν9: ι τὸ βρι· πάντα γὰρ τὰ παρὰ τὸ βρι διὰ τοῦ ι γράφεται. 9Βελτίων9: Ὁμοίως τοῦ βραδίων. 9Βωνίτησ9: ι· τὰ διὰ τοῦ ιτης παρώνυμα διὰ τοῦ ι γρά φεται· σημαίνει τὸν βουκόλον· τὸ δὲ βω μέγα παρὰ τὸ βοῦς· τὸ δὲ νι ι κατὰ τὸν κανόνα τοῦ Ἀσκαλωνίτης. 9Βορέας· Βορέου9: Ἓν ρ, καὶ διὰ τοῦ ε ψιλοῦ. 9Βηλίδησ9: Ἐκ τοῦ Βῆλος, Βηλίδης· τὸ πατρωνυμικόν. 185 9Βορρά9: Ἡ τροφή· δύο ρρ κατὰ τὴν παράδοσιν. 9Βιβλίον9 καὶ 9Βιβλίδιον9: ∆ιὰ τοῦ ι· τὰ γὰρ ἔχοντα τὸ ι ἐν τῷ πρωτοτύπῳ ὑπὲρ δύο συλλαβὰς φυλάττει αὐτὸ εἰς ἑαυτὸ μεγεθυνόμενον· οἷον, κοιλία, κοιλίδιον· γωνία, γωνίδιον· ὀψάριον, ὀψαρίδιον· οὕτως οὖν καὶ βιβλίον, βιβλίδιον. 9Βαδίζω9: Παντὰ γὰρ τὰ διὰ τοῦ ιζω διὰ τοῦ ι γράφεται· οἷον, ἀρίζω· λεπίζω· γεμίζω· οὕτως οὖν καὶ βαδίζω· χωρὶς τοῦ δανείζω διὰ διφθόγγου, καὶ χρήζω διὰ τοῦ η. 9Βροσείω9: Σημαίνει δὲ τὸ ἐπιθυμίαν ἔχω τῆς βρώσεως· καθόλου γὰρ τὰ ἀπὸ ἐνεστώτων, ἢ μελλόντων, διὰ τοῦ ειω γινό μενα παράγωγα ὑπὲρ δύο συλλαβὰς, διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ ἐνεστώτων μέν· οἷον, ὁλῶ, ὁλείω· κιχῶ, κιχείω· ἀπὸ δὲ μελλόντων· οἷον, ὄψω, ὀψείω· ποιήσω, ποιησείω· οὕτως οὖν καὶ βρώσω, βρωσείω· διὰ τῆς ει διφθόγγου· ὀψείω ἐστὶν τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι· ἐκ τοῦ βρωσέω δὲ διὰ τῆς ει διφθόγγου γράφεται. 9Βασίλειοσ9: Τὸ σι ι, παρὰ τὸ βάσις· τὸ λει δίφθογγος· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ειος παραγό μενα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Ὀδυσσεὺς, Ὀδύσ-σειος· Ἀχιλλεὺς, Ἀχίλλειος, οὕτως καὶ βασιλεὺς, βασίλειος· καὶ τὸ κύριον δὲ ὄνομα διὰ τῆς ει διφθόγγου γράφεται, καὶ ἄλλως δὲ εὕρηται κατὰ διάστασιν τὸ ι, καὶ ἐκστάσει τοῦ ε εἰς τὸ η· οἷον, βασιλήϊος· καὶ πάλιν ἐκ τοῦ βασιλέϊ κατὰ κρᾶσιν βασίλειος. 9Βόειοσ9: ∆ιὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ ειος σημαί νοντα μέρος σωματικὸν, ἢ μετουσιαστικὰ ὄντα, διὰ τῆς ει δι φθόγγου γράφεται· μετουσιαστικὰ μέν· οἷον, χάλκειος· χρύσειος· ἀργύρειος· σιδήρειος· μέρος δὲ σωματικόν· οἷον, κύνειος· αἴγειος· τράγειος· ἐλάφειος· δόρκειος· ἀνθρώπειος· χοίρειος· βρότειος· χίνειος· προβάτειος· οὕτως οὖν καὶ βόειος διὰ τῆς ει διφθόγγου. 9Βακχεῖοσ9: Σημαίνει δὲ τὸν ∆ιόνυσον, διὰ τῆς ει διφθόγγου κατὰ τὸν κανόνα τοῦ ἀνδρεῖος. 9Βρότειοσ9: ∆ιὰ τῆς ει διφθόγγου κατὰ τὸν κανόνα τοῦ βόειος. 186 9Βασιλείδησ9: Τὸ λει δίφθογγος· ἐκ τοῦ βασιλεύς. 9Βορεινόσ9: ∆ιὰ τῆς ει διφθόγγου, κατὰ τὸν κανόνα τοῦ ταπεινός. 9Βοεικόσ9: ∆ίφθογγος· ἐκ τοῦ βοῦς βοὸς γέγονε βόειος, καὶ ἐκεῖθεν βοειακὸς καὶ κατὰ συγκοπὴν τοῦ α βοεικός. 9Βαλανεῖον9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ τοῦ βαλανεὺς γάρ ἐστιν· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειον γινόμενα οὐδέτερα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, κουρεὺς, κουρεῖον· γραμ ματεῖον ἀπὸ τοῦ γραμματεύς· βαλανεὺς, βαλανεῖον· καὶ ἄλλως· τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ δύο συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, μαγειρεῖον· πατριαρχεῖον· ἰατρεῖον· ὀρφανοτροφεῖον· ἰαμ βεῖον· οὕτως καὶ βαλανεῖον· βαλανεῖον δὲ λέγεται ἀπὸ τοῦ βαλάνου· καὶ γὰρ βαλάνους ἔθος εἶχον ὑποκαίειν. 9Βόρειοσ9 καὶ 9Βρότειοσ9: Ἐκ τοῦ Βορέας καὶ βρότεον γέγονε. 9Βασιλικόσ9: Τὸ σι καὶ τὸ λι ι· τὰ γὰρ διὰ τοῦ ικος κτη τικὰ πάντα διὰ τοῦ ι γράφεται· οἷον, Φιλιππικός· κλινικός· πληνικός· ἰατρικός· οὕτως καὶ βασιλικός· πλὴν τοῦ Κερα μεικός· βοεικός· ∆αρεικός· ∆εκελεικός. 9Βαθύγειοσ9: Τὸ γει δίφθογγος· παρὰ τὸ γέα βαθύγεος, καὶ βαθύγειος προσθέσει τοῦ ι. 9Βρότειοσ9: ∆ιὰ τῆς ει διφθόγγου· τῷ λόγῳ τῶν σημαινόν των μέρος σωματικὸν τοῖς εἰρημένοις ἐν τῷ βόειος· εὕρηται δὲ καὶ χωρὶς τοῦ ι· οἷον, βιοτέη. 9Βοήθεια9: Ἐκ τοῦ βοηθὸς γέγονεν· ἔστιν δὲ ὁ βοηθὸς σύν θετον παρὰ τὸ βοὴ καὶ τὸ θοός· οἱονεὶ, ὁ κατὰ τὴν μάχην ταχύς· ὁ γὰρ βοηθὸς τοῖς βοῶσι ταχὺς θέλη γνωρίζεσθαι, καὶ ἐκ τούτου γίνεται βοήθεια διὰ τῆς ει διφθόγγου. 9Βοητόσ9: Τὸ κύριον ὄνομα διὰ τοῦ η, παρὰ