κητώεσσαν. 205 τὸ μέντοι Ἴξαλος, ὁ ὁρμητικός. καὶ ἰξὸς, εἰ καὶ ἀπὸ τοῦ ἵξαι γέγονεν, ἀλλ' ὅμως ψιλοῦται. πολλάκις γὰρ ἡ παρα γωγὴ εἴωθεν ἀλλάσσειν καὶ τὸ πνεῦμα. ὡς ἐν τῷ ἅμα, ἄμυδις. Ἰδίω, ἱδρώς. ἵξω, ἰξός. ὁδὸς, ὀδυσσεύς. εἴρω, Εἱρμός. εἴργω, Εἱρκτή. Τὸ Ι πρὸ τοῦ Ο ψιλοῦται ἀεί. οἷον, ἰοβιανός. ἰοβά της. ἰόλαος. ἰορδάνης. Ἴον, τὸ ἄνθος. Ἰοθὸρ, ὁ πενθερὸς τοῦ Μωϋσέος. ἰοκάστη. ἰός. καὶ τὰ λοιπά. ζήτει, ἐὰν τὸ Ἰὸς ἐλήφθη καὶ εἰς τὸ βέλος. οὐ γὰρ εὗρον διαστολὴν τούτου ἐν τοῖς περὶ πνευμάτων. παρὰ μέντοι τοῖς Νεωτέ ροις Γραμματικοῖς καὶ δασυνόμενον τοῦτο κατέλαβον, ἐκ τοῦ ἵημι, τὸ πέμπω, καὶ ψιλούμενον ἐκ τοῦ ἰοῦσθαι. Τὸ Ι πρὸ τοῦ Π, ἑνὸς ὄντος, ψιλοῦται. Ἴπτω, τὸ βλάπτω. Ἴπνος, ὁ φοῦρνος. Ἴπος, ἡ παγὶς τῶν μυῶν. καὶ Ἶπες, οἱ σκώληκες. ἀπὸ πτώσεως σεσημείωται τὸ Ἵπταμαι, δασυνόμενον. ∆ισσοῦ δὲ ὄντος δασύνεται. οἷον Ἵππος. καὶ τὰ ἐξ αὐτοῦ συγκείμενα. ἱππεύω. ἱππεύς. ἱππίας. ἱπποκρά της. ἱππώναξ. Ἱππόκομος, ὁ τῶν ἵππων ἐπιμελούμενος. ἱππηλάτης. ἱππηλάσιον. ἱππομανής. Τὸ Ι πρὸ τοῦ Ρ ψιλοῦται. Ἶρος, ὁ πτωχός. Ἶρις, τὸ τόξον. πλὴν τῶν ἀπὸ ἱερὸς γινομένων κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρόν. οἷον Ἱρὸς, ὁ ἱερός. Ἱρεῖον, τὸ θῦμα. Ἵρηξ, ὁ ἱέραξ. τινὲς δὲ παραλόγως ψιλοῦσι τὰ τοιαῦτα, λέγοντες ὅτι τὰ συγκοπέντα κατὰ Αἰολεῖς ψιλοῦνται. οἷον ὥρμησεν, Ὦρσεν. ἁρμόσας, Ἄρσας. πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι οὔτε τὸ ὥρμησεν ἐγένετο κατὰ συγκοπὴν ὦρσεν, οὔτε τὸ ἁρμόσας, ἄρσας. ἀλλὰ ἀπὸ τοῦ Ὄρω, τὸ διεγείρω, ὁ μέλλων ὀρῶ, καὶ Αἰολικῶς ὄρσω. καὶ Ἄρω, τὸ ἁρμόζω, ἀρῶ, καὶ Αἰολικῶς ἄρσω. τὰ τοιαῦτα ψιλοῦνται γινόμενα. οὔτε μὴν τὸ ἱρὸς καὶ ἱρεῖον καὶ ἵρηξ συνεκόπησαν Αἰολι κῶς, ἀλλὰ κρᾶσιν ἔπαθον τοῦ ι καὶ ε εἰς ι, ὡς ἐν τῷ ὄφιες ὄφις ἔστιν εὑρεῖν. Τὸ Ι πρὸ τοῦ Σ, εἰ μὴ τὸ Τ ἐπάγοιτο, ψιλοῦται ἀεί. Ἶσος, ὁ ὅμοιος. Ἴσις, ὄνομα θεᾶς. ἰσίδωρος. ἰσμηνίας. ἰσμαήλ. Ἰσπανία, χώρα. ἰσχάς. ἰσχίον. ἰσχνός. ἰσχύς. εἰ δὲ ἐπάγοιτο τὸ Τ, δασύνεται. Ἵστωρ, ὁ ἐπιστήμων. ἱστορία. Ἱστιαῖος, κύριον. Ἵσμα, τὸ κτίσμα. ἵστημι. ἱστός. ἱστάριον. 206 ἱστίον. σημείωσαι τὸ Ἴστω, ἀντὶ τοῦ γινωσκέτω. Ἰστέον. καὶ Ἴστρος, ποταμός. Τὸ Ι πρὸ τοῦ Τ ψιλοῦται. Ἴτυς, ἡ περιφέρεια τοῦ ἅρματος. καὶ Ἴτυς, ὁ υἱὸς τῆς ἀηδόνος. ἰταλία. ἰτέα. Ἰτέον, ἀντὶ τοῦ πορευτέον. Ἰταμὸς, ὁ ἀναίσχυντος. Ἴτης, ὁ πτωχός. καὶ τὰ λοιπά. Τὸ Ι πρὸ τοῦ Υ ψιλοῦται. Ἴϋγξ, εἶδος ὀρνέου, καὶ ὀργάνου. Ἰΰζω, τὸ βοῶ. καὶ τὰ ὅμοια. Τὸ Ι πρὸ τοῦ Φ ψιλοῦται. ἴφικλος. ἴφιτος. Ἶφι, ἀντὶ τοῦ ἰσχυρῶς, καὶ λίαν. καὶ ἴφια μῆλα. καὶ Ἶφις, ὁ ταχύς. Ἰφιγένεια καὶ Ἰφιάνασσα, κύρια. καὶ τὰ λοιπά. Τὸ Ι πρὸ τοῦ Χ ψιλοῦται. ἴχνος. ἰχώρ. ἰχθύς. Τὸ Ι πρὸ τοῦ Ψ ψιλοῦται. ἲψ, ὁ σκώληξ. ἰψιφαγία. Ἴψω, ἐπὶ μέλλοντος, ἀντὶ τοῦ βλάψω. Τὸ Ι πρὸ τοῦ Ω ψιλοῦται. ἰώσηπος. Ἰωάννης. ἴων, ἴωνος. ἰωνᾶς. ἰωήλ. ἰώβ. Ἰωκὴ, ἡ δίωξις. Ἴωξις, τὸ αὐτό. Ἰῶτα, τὸ στοιχεῖον. καὶ τὰ λοιπά. Ἱῶ δὲ, τὸ πέμπω, δασύνεται.
{1Καθολικὸς κανὼν περὶ πνεύματος τοῦ Ι.}1 Σημειωτέον, ὅτι τὸ Ι πρὸ παντὸς φωνήεντος ψιλοῦ ται ἀεὶ, καὶ πρὸ τῶν τριῶν δασέων τοῦ Θ, Φ, Χ, πρὸ τοῦ Ζ διπλοῦ ἀεὶ δασύνεται, πρὸ δὲ τῶν ἑτέρων δύο διπλῶν Ξ, Ψ ἀεὶ ψιλοῦται. καὶ πρὸ τοῦ Β, Γ. πρὸ δὲ τοῦ Μ δασύνεται ἀεὶ, πλὴν τοῦ Ἴμβρος.
ΑΡΧΗ ΤΟΥ Ο
1 Τὸ Ο πρὸ τοῦ Α ψιλοῦται. οἷον Ὄαροι, αἱ γυναῖκες. καὶ Ὀαρίζειν, τὸ γυναικὶ
συνομιλεῖν, ἤγουν μίγνυσθαι. καὶ Ὀαριστὺς, ἡ τῶν γυναικῶν ὁμιλία. καὶ τὰ λοιπά. Τὸ Ο πρὸ τοῦ Β ψιλοῦται. οἷον ὀβολός. ὀβελός. ὀβελίσκος. Ὄβριμος, ὁ ἰσχυρός. Ὀβότας, κύριον. Ὀβάρης,ὁ πέρσης. καὶ τὰ ὅμοια. Τὸ Ο πρὸ τοῦ Γ ψιλοῦται. οἷον Ὄγμος, ἡ τάξις. ὄγκος. ὄγδοος. ὀγδοήκοντα. Ὄγμιος, ἐπίθετον τοῦ Ἡρακλέος. καὶ τὰ λοιπά. Τὸ Ο πρὸ τοῦ ∆ ψιλοῦται. οἷον ὀδύνη. ὀδοὺς, ὀδόν τος. Ὀδὰξ, ἀντὶ τοῦ μετὰ