ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
εὑρισκομένους ἔξωθεν ἀνθρώπους καὶ πᾶσαν τῶν Ἑβραίων οἴκησιν, ὡς ἐφάνη ἄπρακτον διὰ πολ λὰ αἴτια, ἰδοὺ καὶ ἀπὸ τὸ κάστρον ἰδόντες ἡμᾶς καὶ ἀπορήσαντες, τί ἄρα καὶ ἔνι, οὐδὲ γὰρ προενόησαν τὸ τυχόν, ἀπέστειλαν ἕνα τῶν ἀρχόντων καὶ ἕνα κανόνικα Μάρκον ὀνομαζόμενον μετὰ καὶ δραγομά νου καὶ ἀνθρώπων, ἵνα μάθωσι, τίς ἔνι καὶ διὰ τί; Ὡς δὲ εἶδον, τίς ἔνι, καὶ ἤκουσαν, ὅτι ἤλθομεν ἢ νὰ μᾶς δώσητε τὸ κάστρον ἢ νὰ τὸ ἐπά ρωμεν, μεθ' οἵου τρόπου ἐμπορέσωμεν, ἐπιστρέψαντες καὶ μετὰ σπου δῆς καὶ κρούσαντες λάρμα συνήχθησαν βίᾳ πάντες οἱ ἐκτὸς ἐντός. Ἡμεῖς δ' ἐπὶ τὴν αὔριον, ἡ τῶν Βαΐων καὶ ἑορτὴ τυχοῦσα, τεμόντες πάντες βαΐα μυρσίνης, τοῦ τόπου πλῆθος ἔχοντος, καὶ φέροντες ἀνὰ χεῖρας, ἐλθόντες ἐπέσαμεν περὶ τὰς πόρτας τοῦ κάστρου. 17.8 Ὡς δ' ἐκείμεθα τῇ κ-ῃ τοῦ αὐτοῦ μηνὸς Μαρτίου μετὰ τὴν τοῦ μεγάλου Σαββάτου ἀκολουθίαν, ὡς ἐφάγομεν, ἐκαθήμεθα εἰς τὴν τοῦ αὐ θεντὸς ἡμῶν τένταν, ὁμιλοῦντες περισσά. Ἄφνω δὲ ἐξεπόρτησαν ἀπὸ τῆς Πόρτας τῆς Ἑβραϊκῆς ἢ τοῦ Ζευγαλατίου, καὶ οὕτως γὰρ ὠνομά ζετο, καβαλλάριοι ὀλίγοι καί, διωχθέντες ὡς ἐφάνησαν, ἀπῆλθον καὶ ἐσέβησαν εἰς τὴν τοῦ Ἀγιαλοῦ Πόρταν, ἐκεῖσε κατασκευαστικῶς πάντες οἱ τοῦ κάστρου ὑπάρχοντες μετὰ τζαγρῶν καὶ τοξαρίων καὶ σκολόπων. Τοῦ δὲ δεσπότου κἀμοῦ εὑρεθέντων ἔμπροσθεν εἰς τὸν διωγμὸν τῶν κα βαλλαρίων, διὰ τὸ εὑρεθῆναι κατὰ τύχην τὰ ἄλογα ἡμῶν ἕτοιμα πλη σίον τοῦ γεφυρίου τῆς ὁδοῦ τῆς ἀπερχομένης εἰς τὸν ἅγιον Ἀνδρέαν, τὶς τῶν Πατρηνῶν ἐτόξευσεν οὕτως τὸ τοῦ δεσπότου ἄλογον, ὅτι εὐθὺς ἔπεσε· καὶ δραμόντες, ἵνα ἢ σκοτώσωσιν ἢ πιάσωσιν αὐτόν, εὑρέθην ἐγὼ ὑπέρμαχος καὶ ἐκεῖνος μὲν θεοῦ βοηθείᾳ ἀποπλακεὶς ἀπὸ τὸ ἄλογον ἔ φυγε πεζός. 17.9 Ἐγὼ δὲ καὶ δέδωκα καὶ ἕνα καὶ ἐπίασα, υἱὸν Σταματέλλου, ἀλλὰ καὶ δεδώκασί με, καὶ ἐμὲ καὶ τὸ ἄλογόν μου τοσαῦτα, ὅτι ἀδυνατῆσαν ἔπεσε καὶ ἐπλάκωσέ με, ἄλογον ἄριστον, ὅπερ ὁ ἀμηρᾶς δέδωκε τῷ Ἀ σάνῃ Ἰσαακίῳ, ὅταν ἐσυνήντησαν ἐκείνῳ· ὁ δ' Ἀσάνης τῷ γαμβρῷ αὐ-τοῦ τῷ Φιλανθρωπηνῷ Γεωργίῳ κἀκεῖνος τῷ ἀνεψιῷ αὐτοῦ τῷ Κομνηνῷ τῷ τοῦ πρωτοστράτορος τοῦ Καντακουζηνοῦ γαμβρῷ· καὶ φεύγοντος μετ' αὐτοῦ, ἵνα εἰς τὸν Γαλατᾶν ἀπέλθῃ, φθάσας ὁ ἀδελφός μου ἐπίασεν αὐ τὸν καὶ εὐεργετήθη ὁ ἀδελφός μου τὸ ἄλογον αὐτοῦ παρὰ τοῦ βασιλέως· ἐγὼ δὲ πάλιν ἀπῆρα τοῦτο παρ' ἐκείνου, ἐρχόμενος εἰς τὸν Μορέαν. 17.10 Πιάσαντές με οὖν, μετὰ πολλῶν λαβωμάτων ἀπαγαγόντες με, ἔβαλόν με εἰς τὸν κουλᾶν εἰς ὁσπήτιον σκοτεινόν, ἔχον μύρμηκας καὶ σιταρόψιρας καὶ ποντικοὺς διὰ τὸ εἶναι ἐν αὐτῷ πρὸ τοῦ σιτηρέσιον· ἔβαλόν με καὶ σίδηρα μονοκάνονα καὶ εἰς τὸν ἀριστερὸν πόδα ἅλυσον στερεὰν εἰς τζόπον μέγαν καρφωμένην. Καὶ ἐκοιτώμην ἐν τῇ τοιαύτῃ φυλακῇ πικρῶς διαβιβάζων ἀπό τε τῶν λαβωμάτων καὶ τῶν σιδήρων καὶ τοῦ ξηροῦ κοιτασμοῦ καὶ τῶν ἄλλων, ὁποῦ εἶχεν, ὡς ἐδηλώσαμεν, τὸ ὁσπήτιον κακῶν.
18.1 Ἐνταῦθα δ' ἐστι προσῆκον διηγήσασθαι καὶ περὶ τῆς ὁσιωτάτης Θωμαΐδος. Αὕτη γένους χρησίμου ὑπάρχουσα ἐν τῇ Ἀνατο λῇ, ἀπορφανισθεῖσα, φέροντες εἰς τὴν Κωνσταντινούπολιν οἱ συγγενεῖς αὐτῆς, δεδώκασι τῇ ἀδελφῇ τῶν τριῶν ἀρχιερέων καὶ ἀδελφῶν, τῶν Καβα σιλαίων, καὶ μητρὶ τοῦ σοφωτάτου Καβασίλα Νικολάου. 18.2 Ἡ δὲ ταύτην ἔχουσα καὶ παιδεύουσα μετὰ καιρόν τινα ἀπῆλθεν εἰς τὴν Θεσσαλονίκην, Νείλου του Καβάσιλα καὶ ἀδελφοῦ αὐτῆς ἀρχιε ρέως ἐκεῖσε ὄντος, καὶ εἰς τὴν μονὴν τῆς ἁγίας Θεοδώρας ᾤκησαν μετὰ Παλαιολογίνας, γυναικὸς ἐναρέτου καὶ λογίας, περὶ ἧς πολλοὺς καὶ πολ λάκις ἤκουσα παρὰ τοῦ ἀοιδίμου βασιλέως κυροῦ Μανουὴλ ἐπαίνους· καὶ πολλοὺς κανόνας εἴς τε τὸν ἅγιον ∆ημήτριον καὶ τὴν ἁγίαν Θεοδώ ραν καὶ ἄλλους ἁγίους ἀνέγνωσα ἐκείνης ποιήματα, ἔχουσαι σὺν αὐταῖς καὶ τὴν ὁσίαν Θωμαΐδα καὶ παιδεύουσαι εἴς τε ἀρετὴν καὶ λόγον. 18.3 Ὡς δὲ ἦλθεν τὸ τέλος αὐτῶν, κατέλιπον αὐτὴν πάντα τὰ αὑτῶν, ἀλλὰ δὴ καὶ τοῦ Κυπριανοῦ γυνήν, ἥτις ἀγανακτήσασα τὸ σκληρὸν τοῦ ἀνδρὸς αὑτῆς ἀπελθοῦσα εἰς τὰς ῥηθείσας μοναχὰς καλογραία γέγονεν· ἐπεὶ δὲ περὶ τὸ τέλος αὐτῶν ἐγένετο,