9
ὑποκατιὼν ὁ θεόπτης Μωϋσῆς ἐν τοῖς μετὰ τὸν κατακλυσμὸν οὕτω φησί· «Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν γίγας κυνηγὸς ἔναντι κυρίου. διὰ τοῦτο ἐροῦσιν· ὡς Νεβρὼδ γίγας. καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλών, Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάνη ἐν τῇ γῇ Σεναάρ. ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσούρ, καὶ ᾠκοδόμησε τὴν Νινευὴ καὶ τὴν Ῥοβὼθ πόλιν καὶ τὴν Χαλάχ. αὕτη ἡ πόλις ἡ μεγάλη.» φανερὸν δὲ ἐκ τούτων ὅτι ἡ ἀρχὴ τῆς τῶν Βαβυλωνίων βασιλείας ἤτοι Χαλδαίων ἀπὸ Νεβρὼδ τοῦ μετὰ τὸν κατακλυσμὸν εἰς ἔτη χλʹ ἀκμάσαντος γέγονε. καὶ χρὴ πᾶσαν ἱστορίαν Χαλδαϊκὴν ἢ Αἰγυπτιακὴν πρὸ τοῦ κατακλυσμοῦ τῇ γραφῇ ἀπαγγελλομένην μὴ ἀποδέχεσθαι τοὺς προσέχοντας ὀρθῶς ταῖς θείαις γραφαῖς, εἰ καί τινα περὶ κατακλυσμοῦ καὶ λάρνακος ἤτοι κιβωτοῦ κλέψαντες ἐκ τῶν θεοπνεύστων γραφῶν ἰδιοποιήσαντο, δι' ὧν οἱ ἁπλούστε ροι καὶ τοῖς λοιποῖς ληρήμασι προσέχοντες εὐχερῶς βλάπτονται, λέγω δὲ περὶ μυριάδων ἐτῶν διὰ σάρων καὶ νήρων καὶ σώσσων καταλεγομένων. ἐν οἷς καὶ περὶ ἀννιδοτίων φάσκουσι ζῴων τινῶν ἰχθυομόρφων ἐν μέρει καὶ ἀνθρωπομόρφων, ἡμέρας μὲν ἐν τῇ γῇ διαιτωμένων καὶ μηδεμίαν τροφὴν προσφερομένων, νυκτὸς δὲ ἐν τῷ πελάγει καταδυνόντων, παραδιδόντων τε τοῖς ἀνθρώποις γράμματα καὶ μαθημάτων καὶ τεχνῶν ἐμπειρίας καὶ πόλεων συνοικισμοὺς καὶ ἱερῶν ἱδρύσεις καὶ νόμων εἰσηγήσεις σπερμάτων τε συναγωγάς· καὶ ἀπὸ τότε φασὶ χρόνους μηδὲν παρὰ ἀνθρώποις ἐφευ ρεθῆναι. ἅτινα πάντα καὶ ἄλλα πλεῖστα πολλῆς ἀδολεσχίας γέμοντα ὁρῶν τες καὶ ταῖς θείαις ἡμῶν γραφαῖς ἀνακόλουθα οἱ τὰς Χριστιανικὰς ἱστο ρίας συγγράψαντες, θαυμάζω πῶς κατεδέξαντο ὅλως κανονικῇ στοιχειώσει ὑποβαλεῖν ἀνάξια πάσης ὄντα μνήμης, οὓς κατ' ὄνομα λέγειν περισσὸν ἡγοῦμαι αἰδοῖ τῶν ἀνδρῶν, δι' οὓς ἀναγκάζομαι κἀγὼ τῇ αὐτῇ στοιχειώσει χρήσασθαι, ἵνα μὴ δόξῃ ἀτελὲς εἶναι τὸ πόνημα. τῆς οὖν Χαλδαϊκῆς ἀρχῆς 17 ἀπὸ Νεβρὼδ ἀποδεδειγμένης συναποδέδεικται δηλονότι καὶ τὰ περὶ τῶν Αἰγυπτιακῶν δυναστειῶν ὑπὸ Μανεθῶ τοῦ Σεβεννύτου πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον συγγεγραμμένα πλήρη ψεύδους καὶ κατὰ μίμησιν Βηρώσ σου πεπλασμένα κατὰ τοὺς αὐτοὺς σχεδόν που χρόνους ἢ μικρὸν ὕστερον· πλὴν καὶ αὐτὰ ἀνωφελῆ ὄντα στοιχειωθήσεται ἐκ τῶν παρὰ πολλοῖς ἱστορικοῖς κανονισθέντων. Τῷ ανηʹ ἔτει τοῦ κόσμου οἱ ἐγρήγοροι κατῆλθον καὶ διήρκεσαν ἐν τῇ παραβάσει ἕως τοῦ κατακλυσμοῦ. Ὁ δεύτερος κύκλος τῶν φλβʹ ἐτῶν ἐπληρώθη, καὶ ἤρξατο ὁ τρίτος τῷ αξεʹ ἔτει τοῦ κόσμου, σοʹ τοῦ Μαλελεήλ. Ὁ ἀκριβῶς ἐφιστάνων τοῖς ὑποκειμένοις δυσὶ κανονίοις αὐτόθεν ἕξει πᾶσαν πληροφορίαν ὅτι ἐπίπλαστός ἐστιν ἡ τούτων ἐπίνοια ἀμφοτέρων, ὡς προείρηται, τοῦ τε Βηρώσσου καὶ τοῦ Μανεθῶ τὸ ἴδιον ἔθνος θέλοντος δοξάσαι, τοῦ μὲν τὸ τῶν Χαλδαίων, τοῦ δὲ τὸ τῶν Αἰγυπτίων. θαυμαζέτω δὲ πῶς οὐκ ᾐσχύνθησαν ἀφ' ἑνὸς καὶ τοῦ αὐτοῦ ἔτους ἀρχὴν θέσθαι ταῖς τερατώδεσιν αὐτῶν συγγραφαῖς, ἀλλ' ὁ μὲν Βήρωσσος διὰ σάρων καὶ νή ρων καὶ σώσσων ἀνεγράψατο, ὧν ὁ μὲν σάρος γχʹ ἐτῶν χρόνον σημαίνει, ὁ δὲ νῆρος ἐτῶν χʹ, ὁ δὲ σῶσσος ξʹ. καὶ συνῆξε σάρους ρκʹ διὰ βασιλέων δέκα, ἤτοι χρόνον ἐτῶν μυριάδων μγʹ καὶ β. ταῦτα δὲ ἔτη τινὲς τῶν καθ' ἡμᾶς ἱστορικῶν ἡμέρας ἐλογίσαντο στοχαστικῶς μεμψάμενοι τὸν Παμφίλου Εὐσέβιον, ὡς μὴ νοήσαντα τὰ ἔτη τῶν σάρων ἡμέρας. μάτην δὲ αὐτὸν ἐν τούτῳ μέμφονται. πῶς γὰρ τὸ μὴ ὂν εἶχε νοῆσαι πολυμαθὴς ὢν καὶ εἰδὼς τὴν Ἑλληνικὴν δόξαν πολλοὺς αἰῶνας ὁμολογοῦσαν, ἤτοι μυριάδας ἐτῶν παρεληλυθέναι ἀπὸ τῆς κοσμικῆς γενέσεως κατὰ τὴν παρ' αὐτοῖς μυθικὴν τοῦ ζωδιακοῦ ἐπὶ τὰ ἐναντία κίνησιν ἀπὸ τῆς ἀρχῆς τοῦ κριοῦ καὶ πάλιν εἰς αὐτὴν ἀποκατάστασιν; ποίαν δὲ αὐτοὶ ἀνάγκην εἶχον συμβιβάζειν τὸ ψεῦδος τῇ ἀληθείᾳ; Ἀφρικανοῦ περὶ τῆς τῶν Αἰγυπτίων καὶ Χαλδαίων μυθώδους χρονολογίασ Αἰγύπτιοι μὲν οὖν ἐπὶ τὸ κομπωδέστερον χρόνων περιττὰς περιόδους καὶ μυριάδας