9
ἀηδεστέραν ποιεῖ θανάτου. ἁμαρτάνειν μὲν οὖν ὁμολογῶ καὶ πληγῶν ἄξια καὶ μαστίγων, καὶ ἦν ἂν ἐμοὶ τῶν εὐεργεσιῶν ἡ μεγίστη, εἴ γε ἐν τῷ κεκρυμμένῳ παρὰ σοῦ τοῦ πατρὸς 1.30 τῶν σφαλμάτων χάριν ἐμαστιγούμην· τὸ δ' εἰς τοσοῦτον ἐξάγεσθαι τὴν ὀργὴν, ὡς καὶ πολλῶν παρόντων οὕτω προπηλακίζεσθαι, πάντων ἀνιαρώτερον. ἂν τοίνυν ἵλεων ἐπιβλέψας ὁ θεὸς ταῖς ἐμαῖς ἁμαρτίαις, ὁδηγήσει καὶ σὲ πρᾳότερόν μοι γενέσθαι καὶ συμπαθεῖν ὡς υἱῷ, τοῦτ' ἂν εἴη βέλτιστον· εἰ δ' ὁμοίως ὥσπερ νῦν, κἀν τοῖς ἐφεξῆς τελεῖσθαι μέλλει, ἕτερος προβληθήτω σοι βασιλεὺς, ὃς ἄν σοι δόξῃ χρήσιμος καὶ καλός.» Ταῦτα διαπρεσβευσαμένου Ἰωσὴφ ἐξ Ἀνδρονίκου βασιλέως πρὸςτὸν πάππον καὶ βασιλέα, εἶτα καὶ παρ' ἑαυτοῦ συχνούς τινας ἐγκωμίων λόγους τοῦ νέου βασιλέως διεξελθόντος καὶ πρᾴως πως καθαψαμένου τοῦ βασιλέως, ὡς τραχύτερον ἢ προσήκει προσφερομένου τῷ νέῳ, ἀντεμήνυσε καὶ αὐτὸς τοιαῦτα· «Τῶν ἄλλων πάντων πατέρων ἅμα τῇ τῶν παίδων γεννήσει τὸ πρὸς αὐτοὺς φίλτρον κτωμένων καὶ συναυξανόντων αὐξανομένοις, αὐτὸς οὕτως ἐφίλησά σε καὶ πρὶν εἰς φῶς προελθεῖν, ὡς καὶ πολλοὺς τῶν διαβεβοημένων ἐπ' ἀρετῇ καὶ θεῷ προσεγγίζοντα βίον ζῶντας μάρτυρας ἔχειν τοῦ φίλτρου. οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδεὶς, ὃν οὐ πολλὰ πολλάκις ἱκέτευσα, θερμοτέρας καὶ συχνὰς ὑπὲρ σοῦ θεῷ προσάγειν εὐχὰς, ὡς μὴ μόνον μηδὲν δυσχερὲς ἀπαντῆσαι τῇ σῇ γεννήσει, ἀλλὰ καὶ τεχθέντα, πάντα ἄριστον καὶ τῶν τοσούτων εὐχῶν ἄξιον ἀποδειχθῆναι. καὶ αὐτὸς δὲ ἐγὼ προπετῶς μὲν διὰ τὸ μὴ τὸ θαῤῥεῖν ἔχειν ἐκ τῆς τοῦ βίου διαστροφῆς, ἔπραττον δ' οὖν ὅμως, πολλὰ πολλάκις ἐδά 1.31 κρυσα προσευχόμενος τῷ θεῷ, ὥστε σε καὶ γεννηθῆναι, καὶ γεννηθέντα τῶν ἐμῶν εὐχῶν ἄξιον ἀποβῆναι. ὃν οὖν ἔτι τοῖς μητρικοῖς θαλάμοις ἐνδιατρίβοντα οὕτως ἐφίλησα καὶ ὑπὲρ τὸ μέτρον, πῶς εἰς τοσοῦτον ἡλικίας προήκοντα νῦν μισεῖν εἶχον καὶ ἀποσείεσθαι; οὐκ ἔστι σὺν λόγῳ φθέγγεσθαι ταῦτα. τὸ δέ με τραχυτέραις χρῆσθαι ταῖς διορθώσεσι καὶ δάκνουσι καθάπτεσθαι λόγοις, οὐ μίσους τεκμήριον χρὴ ποιεῖσθαι, ἄκρας δὲ μᾶλλον ἀγάπης καὶ κηδεμονίας πατρὶ πρεπούσης, βουλομένῳ τὸν υἱὸν διὰ πάντων ἄριστον εἶναι, καὶ μάλιστα πρὸς ὄγκον τηλικαύτης ἀρχῆς ἐπιβαίνοντα ἤδη. ἐν ἐκείνῳ γὰρ καὶ τὸ φαυλότατον τῶν ἁμαρτημάτων παρ' εὖ φρονοῦσι μέγιστον ἂν κριθείη, ὡς μίμημα παντὸς καλοῦ πᾶσι κειμένῳ καὶ διὰ τοῦτο εἰς κάλλος ἀπεξέσθαι διὰ πάντων δικαίῳ ὄντι.» Ταύταις ταῖς ἀποκρίσεσιν οὕτως ἡμέροις οὔσαις καὶ προσηνέσι καὶ ὁ νέος χαριεστέρας ἀντέπεμπε τῷ βασιλεῖ τὰς εὐχαριστίας, καὶ δυσὶν ἔτεσιν ἐφεξῆς ἐλώφησε τὸ κακὸν, τοῦ βασιλέως εὐμενέστερον ἐπιβλέποντος τῷ ἐγγόνῳ, εἰ δέ ποτε καὶ ἐπιπλήττειν ἔδει, συμμέτρως τοῦτο ποιοῦντος, ὡς καὶ τὸν νέον, οἷα δὴ νουθετούμενον, χάριν ὁμολογεῖν. ἀλλὰ ταῦτα μὲν ἔτι περιόντος βασιλέως τοῦ Μιχαήλ· ἐπεὶ δ' ἐτεθνήκει, τά τε ἄλλα ἐκπεπολέμωτο πρὸς τὸν ἔγγονον ὁ βασιλεὺς, καὶ δὴ καὶ, ὃ μικρῷ πρόσθεν εἴρηται, μεμνημένος, ὡς ὁ νέος Ἀνδρόνικος ἀλγυνόμενος ταῖς πέρα τοῦ δέοντος ἐπιπλήξεσι μεμήνυκε πρὸς αὐτὸν, ὡς «εἰ μὲν μεταβάλοις τῆς εἰς ἐμὲ πικρίας· εἰ δ' οὖν, ἀλλ' ἕτερος ὃν ἂν ἐθέλῃς προβεβλή 1.32 σθω σοι βασιλεύς.» ἀντεμήνυσεν αὐτῷ νῦν καὶ αὐτὸς, ὡς «ὃ πρόσθεν ἐζήτεις, γενήσεται νῦν, καὶ ἕτερος ἀντὶ σοῦ προβληθήσεται βασιλεὺς, σοῦ τὰς πρώτας παρ' αὐτοῦ τιμὰς καρπουμένου.» πρὸς ταῦθ' ὁ νέος Ἀνδρόνικος ἀπεκρίνατο τοιαῦτα· ζʹ. «Τοῖς ἐξ ὀργῆς ἢ λύπης ἤ τινος τῶν τοιούτων τεταραγμένοις τοὺς λογισμοὺς ἀκόλουθόν ἐστι, μήθ' ὧν λέγουσι μήθ' ὧν δρῶσιν ἐν τοῖς τῆς ταραχῆς καιροῖς παρακατέχειν τὴν μνήμην. ὅπου γὰρ μήθ' ὧν πράττουσιν αἰσθάνονται κἂν πρὸς βραχὺ, σχολῇ γ' ἂν μεμνήσονται λόγων παρεῤῥυηκότος χρόνου. οἱ δέ γε παρά τινος λόγοις ἢ πράγμασιν εὐεργετούμενοι, καὶ εἰς πολλοὺς ἐνιαυτοὺς τὴν μνήμην παρακατέχουσι τῶν εὐεργετημάτων. ἡμέρου γὰρ οὔσης τῆς ψυχῆς καὶ καθεστηκυίας καὶ ταῖς εὐεργεσίαις ἐνηδομένης, ὡς ἐν χαλκῷ συμβαίνει καὶ τῶν λόγων καὶ τῶν ἔργων ἐγκολάπτεσθαι τὰς μνήμας. καὶ αὐτὸς τοίνυν, ὦ