9
κατῴκησαν. Νῶε δὲ φυτεύσας ἀμπελῶνα επιεν ἐκ τοῦ οινου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη. Χὰμ δὲ τὴν γύμνωσιν ἰδὼν τοῦ πατρὸς τοῖς συγγόνοις ἀνήγγειλεν οιον ἐπεγγελῶν τῷ 1.22 πατρί. οἱ δὲ κατὰ νώτου θέμενοι τὸ ἱμάτιον τὴν πατρικὴν ἐκάλυψαν γύμνωσιν, ὀπισθοφανῶς ἰόντες καὶ μὴ προσβλέψαντες τῷ πατρί. διὸ καὶ ἀνανήψας ὁ Νῶε τοὺς μὲν εὐχαῖς ἠμείψατο, τῷ δὲ Χὰμ κατηράσατο. τὸ δὲ πεδίον, ο κατῴκουν οἱ υἱοὶ Νῶε, κέκληται Σεναάρ. πολλῶν δὲ γενομένων ἑκάστῳ παίδων καὶ εἰς γενεὰς προελθόντων ἐπληθύνθησαν οἱ τούτων ἀπόγονοι. Νεβρὼδ δέ τις τοῦ Χὰμ υἱωνός, ος πρῶτος γίγας ωφθη ἐπὶ τῆς γῆς, τολμηρὸς καὶ κατὰ χεῖρα γενναῖος, τῶν αλλων κατάρχων εἰς τυραννίδα τὰ πράγματα περιέστησε, καὶ πύργον οἰκοδομεῖν αὐτοῖς ὑπέθετο ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου δεδομημένον. ουτω δὲ μεμηνότας ὁρῶν αὐτοὺς ὁ θεός, ἑτερογλώσσους εἰργάσατο καὶ ἀσυνέτους τῶν παρ' ἀλλήλων φωνῶν διὰ τοῦ τῶν γλωσσῶν μερισμοῦ. ὁ δὲ τόπος, ἐν ῳ τὸν πύργον ᾠκοδόμουν, νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τὴν περὶ τὴν διάλεκτον· ̔Εβραῖοι γὰρ βαβὲλ καλοῦσι τὴν σύγχυσιν. σκίδνανται δὲ λοιπὸν ὑπὸ τῆς ἀλλογλωσσίας, ὡς πᾶσαν ηπειρον καὶ νῆσον πληρωθῆναι αὐτῶν. Σκεδασθέντων δὲ τῶν ἀπογόνων τοῦ Νῶε ἐξ ἐκείνων τὰ εθνη συνέστησάν τε καὶ ὠνομάσθησαν. ἑπτὰ γοῦν υἱοὺς ὁ ̓Ιάφεθ ἐγέννησεν, οι ἀπὸ Ταύρου καὶ ̓Αμανοῦ τῶν ὀρῶν προῆλθον, ἐπὶ μὲν τῆς ̓Ασίας αχρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης εως Γαδείρων· ων τοῖς ὀνόμασι καὶ εθνη ἐπεκλήθησαν, Γομαρεῖς μὲν ἀπὸ Γάμερ, οἱ νῦν Γαλάται λεγόμενοι· Μαγώγας δὲ τοὺς ἐξ αὐτοῦ ὠνόμασεν ὁ Μαγώγ, Σκύθαι δὲ νῦν καλοῦνται. ἐκ δὲ ̓Ιωβὰν Ιωνες καὶ πάντες Ελληνες ἐπεκλήθησαν, ἐκ Μαδαῒ δὲ Μαδαῖοι, οι Μῆδοι προσαγορεύονται νῦν. Θοβὲλ δὲ Θοβήλους τοὺς ἐξ αὐτοῦ ἐπωνόμασεν· ουτοι δ' εἰσὶν Ιβη1.23 ρες. ὁ δέ γε Μοσὸχ τοῦ γένους κατῆρξε τῶν Μεσχηνῶν· Καππαδόκαι δ' ουτοι νομίζονται. Θειρᾶς δὲ Θείρας τοὺς ἐξ αὐτοῦ προσηγόρευσεν, οι Θρᾷκες μετωνομάσθησαν υστερον. ἐκ δὲ τῶν ἐκγόνων ̓Ιάφεθ ̓Ασχανάξαι μὲν οἱ κληθέντες ̔Ρηγῆνες ἐξ ̓Ασχανὰξπροήχθησαν, ̔Ριφαθαῖοι δέ, ουτω πρὶν τοὺς Παφλαγόνας ἐκάλουν, ἐκ ̔Ριφὰθ τὸ γένος ελκειν πιστεύονται· καὶ Θοργαμαῖοι τὸν Θοργαμᾶ πρόγονον ἑαυτοῖς ἐπιγράφουσιν, οι Φρύγες μετεκλήθησαν υστερον. ̓Ελισὰν δὲ ̓Ελισαίων ἀρχηγέτης ἐγένετο, οιπερ εἰσὶν Αἰολεῖς. καὶ Θαρσεὺς δὲ τῶν Θαρσέων ἐχρημάτισε πρόγονος· τὸ γὰρ πάλαι Θαρσεῖς ἐκαλοῦντο οἱ Κίλικες· οθεν καὶ ἡ τῶν παρ' αὐτοῖς πόλεων ἀξιολογωτέρα Ταρσὸς καλεῖται, τοῦ θῆτα μεταβληθέντος εἰς ταῦ. ουτως γὰρ τῷ ̓Ιωσήπῳ γέγραπται περὶ τῆς Ταρσοῦ. ετεροι δὲ τὸν Περσέα φασὶν τῇ τῶν Κιλίκων χώρᾳ ἐπιδημήσαντα καὶ πόλιν βουληθέντα κτίσαι καὶ τὸν τόπον τῆς πόλεως τοῖς οἰκοδόμοις δεικνύοντα τῷ ταρσῷ τοῦ ποδὸς πατάξαι τὴν γῆν, κἀντεῦθεν ἐπικληθῆναι τὴν πόλιν Ταρσόν. Χέθιμα δὲ τὴν νῆσον συνῴκισεν ὁ Χεθίμ· ἡ Κύπρος αυτη ἐστί, παρ' ̔Ελλήνων ουτω κληθεῖσα διὰ τὴν παρ' αὐτοῖς θεὸν τὴν ̓Αφροδίτην, ην Κύπριν προσαγορεύουσιν. Οἱ δέ γε παῖδες τοῦ Χὰμ τὴν ἀπὸ Συρίας καὶ ̓Αμανοῦ καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, καὶ οσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο μέχρις ὠκεανοῦ κατειλήφασι. καὶ προήλθοσαν ἐκ μὲν Χοῦς Χουσαῖοι· Αἰθίοπες ουτοί εἰσι. Μεσρὲμ δὲ Μεστραίων προπάτωρ ἐγένετο· ουτω δὲ καλοῦνται οἱ Αἰγύπτιοι, καὶ ἡ τῆς Αἰγύπτου χώρα Μεστρὴν ὀνομάζεται. Φοὺτ δὲ τὴν Λιβύην κατῴκησε, καὶ Φούτους τοὺς τῆς χώρας ἐκάλεσε, Φούτην δὲ τὴν χώραν αὐτήν. μετε1.24 βλήθη δ' ἡ κλῆσις αὐτῆς μετέπειτα εἰς Λιβύην ἐκ 1.24 Λίβυος υἱοῦ Μεσρέμ. Χαναὰν δὲ τὴν κληθεῖσαν υστερον ̓Ιουδαίαν συνοικίσας Χαναναίαν αὐτὴν προσηγόρευσε καὶ Χαναναίους τοὺς ἐξ αὐτῆς. οἱ δὲ Μεσρὲμ παῖδες τὴν ἀπὸ Γάζης εως Αἰγύπτου κατέσχον γῆν. μόνου δὲ Φιλιστιεὶμ τὴν ἐπωνυμίαν διεφύλαξεν ἡ ἐκείνου μερίς, ην Παλαιστίνην Ελληνες ὠνομάκασιν. Σιδώνιος δὲ πρωτότοκος παῖς Χαναὰν ἐν Φοινίκῃ πόλιν ἀνέστησε, Σιδῶνα καλέσας αὐτήν. ̓Αμαθὶ δὲ ̓Αμάθην εκτισε πόλιν, ην Μακεδόνες ἀφ' ἑνὸς τῶν Πτολεμαίων ̓Επιφανοῦς λεγομένου