9
δαίειν, ητοι τοῦ μανθάνειν. ἀπὸ τοῦ δαίω, δαῶ. alpha.39 ̓Αδεήσ. αφοβος. γράφεται καὶ ἀδειὴς, πλεονασμῷ τοῦ ˉι. ̓Αδρόσ. ὁ πλούσιος. Αδησ. χωρίον ἀφεγγὲς, καὶ σκότους αἰωνίου πεπληρωμένον. ̓Αδιάκριτοσ. ἀδιαχώριστος. λέγεται δὲ καὶ ἐπὶ τῶν μὴ γινωσκόντων τὰ δέοντα, η ἀφρόνως φλυαρούντων. ̓Αδέκαστοσ. ὁ μὴ δεχόμενος πρόσωπα η δῶρα. παρὰ τὸ δέχω δέδεγμαι, δεκαστὸς καὶ ἀδέκαστος. ̓Αδεκάτευτοσ. ἀτελώνευτος. ̓Αδαήμων. ὁ απειρος, ἀπὸ τοῦ δαίω τοῦ μανθάνω. δαῶ, δαήσω. δαήμων καὶ ἀδαήμων, συστολῇ τοῦ ˉι, καὶ μεταθέσει τοῦ τόνου. ̓Αδάμασ. γένος λίθου αθραυστον. ̓Αδόκιμον. ἀπόβλητον. Αδδιξ. μέτρον τετράσχοινον. ̓Αδρανήσ. ἀνίσχυρος, ὁ μὴ δυνάμενος πρᾶξαί τι. δρῶ γὰρ τὸ πράττω. ̓Αδένεσ. οἱ μαλακοὶ καὶ σπογγώδεις τόποι· αἱ μασχάλαι αἱ δύο, καὶ ειτι ἐν τοῖς μέλεσι τούτοις ομοιον. ̓Αδερκὴς καὶ ἀδαρκήσ. ὁ τυφλὸς, ὁ ἐστερημένος τοῦ δέρκειν ητοι τοῦ βλέπειν. ̓Αδδηφάγοσ. γαστρίμαργος, πολυφάγος. ἀθρόως ἐσθίων. παρὰ τὸ αδδην τὸ δαψιλῶς καὶ τοῦ φήγω ἀδδηφάγος. alpha.40 ̓Αδελφειόσ. ὁ ἀδελφός. ̓Αδέλφιος δὲ ονομα κύριον. ̓Αδευκήσ. ὁ ἀπροσδόκητος καὶ αγνωστος. παρὰ τὸ δείκω, τὸ δεικνύω, δεικὴς καὶ ἀδεικής. καὶ τροπῇ τοῦ ˉι εἰς ˉυ ἀδευκής. καὶ ἀδευκέος, τοῦ πικροῦ καὶ ἀπεοικότος. δεῦκος γὰρ τὸ γλυκύ. οθεν καὶ Πολυδεύκης ἐκλήθη. ̓Αδράφαξισ. λάχανόν τι-αγριον. ̓Αδελφιδοῦσ. ἀνεψιός. ἰστέον, οτι τὰ εἰς ˉοˉυˉς λήγοντα εἰς ˉοˉυ εχουσι τὴν γενικήν. οιον ἀδελφιδοῦς ἀδελφιδοῦ· θυγατριδοῦς, θυγατριδοῦ. γέγονε δὲ ἀπὸ τοῦ θυγατρίδεος καὶ ἀδελφίδεος, κατὰ κρᾶσιν, οὐχ, ως τινες λέγουσι, τὸ ἐναντίον, ἀπὸ τοῦ ἀδελφιδοῦς ἀδελφίδεος. οὐδέποτε γὰρ εὐθεῖα διαλύεται. τὸ γὰρ εἰς ˉεˉιˉς, ˉεˉεˉιˉς, πλεονασμὸν εχει τοῦ ˉε. πρὸς δὲ τοὺς λέγοντας, οτι, εἰ γέγονε τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἀπὸ τοῦ ἀδελφίδεος, εδει ὀξύνεσθαι, λέγομεν, οτι πρὸς τὸν χαρακτῆρα τῶν εἰς οῦς ἁπλῶν περισπωμένων. ̓Αδελφόσ. δελφὺς λέγεται ἡ μήτρα καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ, γίνεται ἀδελφὸς, οἱονεὶ ὁμόδελφός τις ων, ἐκ τῆς αὐτῆς δελφύος. Αδερ. ουτος ὁ ἀλιτήριος ἐπανέστη τῷ Σολομῶντι. παῖς δὲ ην ̓Ιδουμαῖος τὸ γένος ἐκ βασιλικοῦ σπέρματος. κατέστρεψε δὲ τὴν ̓Ιδουμαίαν ἐπὶ ̓Ιωὰβ τοῦ ∆αβὶδ στρατηγοῦ. ̓Αδείμαντοσ. ὁ αφοβος. alpha.41 ̓Αδήλητοσ. ἀσινὴς, ἀβλαβής. ̓Αγαθίας· καὶ ἐπεδείκνυντο σῶοι τὲ καὶ ἀδήλητοι. δηλῶ γὰρ, τὸ βλάπτω. ̓Αδημονέστεροσ. ἀντὶ τοῦ ἀγωνιστικώτερος. ων δὲ τοῦ προσήκοντος ἀδημονέστερος ἀντεῖχε τούτῳ. ̓Αδέρκων. πόλις ̓Ιβηρίας. ὁ πολίτης ̓Αδερκωνί της, ὡς ̓Ασκαλωνίτης. ̓Αδράμυττισ. νῆσος κατὰ τὴν Λυκίαν. τὸ ἐθνικὸν ̓Αδραμυττίτης, ὡς Ναύκρατις, Ναυκρατίτης. ̓Αδινῷ. ἀδιαλείπτῳ. παρὰ τὸ αδδην ἐπίῤῥημα. ̓Αδιαίτητοσ. ἀλλότριος, ἀήδης καὶ ὁ μὴ διαιτώμενος. ̓Αδόκητοσ. ἀπροσδόκητος. ̓Αδοκίμαστοσ. δοκιμασθῆναι λέγεται τὸ εἰς ανδρας ἐγγραφθῆναι. ἀδοκίμαστος ὁ μήπω ἐγγεγραμμένος. ουτως Λυσίας. ̓Αδόκιμοσ. ὁ ἀδοκίμαστος καὶ ὁ ἀπόβλητος. ̓Αδωναῖοσ. ὁ ὑπὸ τὸν ᾳδην. ̓Αδώνειοι κῆποι. οἱ μετέωροι κῆποι. ̓Αδινάων. παρὰ τὸ αδην, ο σημαίνει τὸ πλῆρες, η τὸ ἀδιαλείπτως, γέγονε ἀδινὸς, τὸ θηλυκὸν, ἀδινή· καὶ ἀδινῶν καὶ ἀδινάων. τὸ ˉδˉι ἰῶτα, διατί; τὰ εἰς ˉνˉοˉς ὀξύτονα ἀπὸ ἐπιῤῥημάτων γινόalpha.42 μενα διὰ τοῦ ˉι γράφεται. οιον πύκα πυκινός· αδην, ἀδινός. ̓Αδωνίδειος καρπόσ. ὁ τοῦ ̓Αδώνιδος, ο ἐστι τοῦ ᾳδου. ἡ εὐθεῖα ὁ Αδωνις, τοῦ ̓Αδώνιδος. ̓Αδύτῳ. τῷ ἐνδοτάτῳ. δύω, δῦμι, δύσω, δέδυκα, δέδυμαι, σαι, ται. δυτὸς καὶ αδυτος. καὶ αδυτον τὸ σπήλαιον, η τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ. ̓Αδραστίδησ. κύριον. ̓Αδύνατοι. οἱ πεπηρωμένοι τὸ σῶμα. ἐλάμβανον δὲ ουτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς, οἱ μὲν ἐφ' ἑκάστης ἡμέρας ὀβολοὺς δύο, οἱ δὲ ὀβολόν. Φιλόχορος δέ φησι, δραχμὰς κατὰ μῆνα. Αδησ καὶ θάνατος διαφέρει· οτι ὁ μὲν ψυχὰς κατέχει, ὁ δὲ σώματα. (Θηλυκόν.) Αδωνισ. παρὰ τὸ αδω τὸ ψάλλω, η παρὰ τὸ ηδω τὸ εὐφραίνομαι. ̓Αδιαφορία. ἀμέλεια· χωρὶς παρατηρήσεως. ̓Αδικία. εξις παροπτικὴ τοῦ δικαίου, η κίνησις ἐν τῷ αὐτῷ πολυχρονίῳ θυμοῦ καὶ ἐπιθυμίας, τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς δὲ ἐφιεμένης τῶν μὴ παρόντων.