συνέβη θεοσεβεῖς ἄνδρας γεγενῆσθαί ποτε, οὕτω τὸ χρηστήριον εἰρηκέναι φατέ· Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ' ἄρ' Ἑβραῖοι, Aὐτογένητον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς. Oὐκοῦν ἐπειδήπερ οἴεσθε παρὰ τῶν χρηστηρίων ὑμῶν δύνασθαι τἀληθῆ μανθάνειν, ἐντυχόντες ταῖς ἱστορίαις καὶ τοῖς περὶ τοῦ βίου Μωϋσέως γραφεῖσιν ὑπὸ τῶν ἔξωθεν τῆς ἡμετέρας θρησκείας, καὶ γνόντες ὅτι ἐκ τοῦ τῶν Χαλδαίων καὶ Ἑβραίων γένους ὥρμητο Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται, μηδὲν παρά δοξον γεγενῆσθαι νομίζητε, εἰ ἐκ γένους ὄντα θεοσεβῶν τὸν ἄνδρα καὶ ἀξίως τῆς τῶν προγόνων θεοσεβείας βεβιωκότα ὁ θεὸς τῇ μεγάλῃ ταύτῃ δωρεᾷ τιμῆσαι προὔθετο καὶ πρῶτον ἁπάντων ἀποφῆναι τῶν προφητῶν. Ἀναγκαῖον δὲ οἶμαι καὶ τοὺς χρόνους σκοπεῖν, καθ' οὓς οἱ καθ' ὑμᾶς γεγόνασι φιλόσοφοι, ὅπως γνῶτε ὅτι σφόδρα νέος καὶ βραχύς ἐστιν ὁ τούτους ὑμῖν ἐνεγκὼν χρόνος· οὕτω γὰρ ὑμῖν ἔσται δυνατὸν καὶ τὴν Μωϋσέως ἀρχαιότητα ·ᾳδίως γνῶναι. Ἵνα δὲ μὴ περὶ τῶν χρόνων διεξιὼν παρέλξειν δόξω, πλείοσιν ἀποδείξεσι χρώμενος, ἀποχρώντως οἶμαι καὶ ἀπὸ τούτων δεικνύναι. Σωκράτης μὲν γὰρ Πλάτωνος, Πλάτων δὲ Ἀριστοτέλους διδάσκαλος γέγονεν. Oὗτοι δὲ κατὰ τοὺς Φι λίππου καὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἤκμασαν χρόνους, καθ' οὓς καὶ οἱ Ἀθηναίων ῥήτορες, ὡς δηλοῦσιν ἡμῖν σαφῶς καὶ οἱ ∆ημοσθένει κατὰ Φιλίππου γραφέντες λόγοι. Ὅτι δὲ καὶ Ἀριστοτέλης Ἀλεξάνδρῳ συνῆν ἐν τῷ τῆς βασιλείας χρόνῳ, ἱκανῶς δηλοῦσιν οἱ τὰς Ἀλεξάνδρου ἱστορήσαντες πράξεις. Πανταχόθεν οὖν γνῶναι ·ᾴδιον ὅτι πολλῷ ἀρχαιοτάτην πασῶν τῶν ἔξωθεν ἱστοριῶν τὴν Μωϋσέως ἱστορίαν εἶναι συμβαίνει. Ἄλλως τε οὐδὲ τοῦτο ἀγνοεῖν ὑμᾶς προσήκει, ὅτι οὐδὲν Ἕλ λησι πρὸ τῶν ὀλυμπιάδων ἀκριβὲς ἱστόρηται, οὐδ' ἔστι τι σύγγραμμα παλαιόν, Ἑλλήνων ἢ βαρβάρων σημαῖνον πρᾶξιν. Μόνη δὲ ἡ τοῦ πρώτου προφήτου Μωϋσέως προὐπῆρχεν ἱστορία, ἣν ἐκ θείας ἐπιπνοίας Μωϋσῆς γέγραφε τοῖς τῶν Ἑβραίων γράμμασι. Τὰ γὰρ τῶν Ἑλλήνων οὐδέπω ἦν, ὡς δη λοῦσι καὶ αὐτοὶ οἱ τῶν γραμμάτων διδάσκαλοι, φάσκοντες Κάδμον πρῶτον ἐκ Φοινίκης αὐτὰ κομίσαντα Ἕλλησι μετα δοῦναι. Καὶ ὁ πρῶτος δὲ τῶν παρ' ὑμῖν φιλοσόφων μαρ τυρεῖ Πλάτων ὕστερον εὑρῆσθαι αὐτά. Γέγραφε γὰρ ἐν τῷ Τιμαίῳ τὸν τῶν σοφῶν σοφώτατον Σόλωνα, ἐκ τῆς Aἰγύπτου ἐπανελθόντα, Κριτίᾳ λέγειν ταῦτα ἅπερ ἀκηκοέναι Aἰ γυπτίου τινὸς ἱερέως οὐ μάλα παλαιοῦ πρὸς αὐτὸν λέγοντος· Ὠ Σόλων Σόλων, Ἕλληνές ἐστε παῖδες ἀεί, γέρων δὲ Ἕλ λην οὐκ ἔστιν. Eἶτ' αὖθις· Νέοι ἐστέ, ἔφη, τὰς ψυχὰς πάντες· οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε παλαιὰν δόξαν οὐδὲ μακρῷ χρόνῳ παλαιὸν οὐδέν. Ἀλλ' ὑμᾶς λέληθε διὰ τὸ ἐπὶ πολλὰς γενεὰς γράμμασι τελευτᾶν ἀφώνους. Eἰδέναι τοί νυν προσήκει ὅτι πᾶσαν ἱστορίαν τοῖς τῶν Ἑλλήνων ὕστερον εὑρεθεῖσι γράμμασι γεγράφθαι συμβαίνει, καὶ εἴτε ποιητῶν τις ἀρχαίων εἴτε νομοθετῶν εἴτε ἱστοριογράφων εἴτε φιλο