ρησις; Eἰ, ὅτε πάρεστι τὸ εἶδος, τότε ἡ στέρησις οὐχ ὑπομέ νει, δῆλον ὅτι μὴ παρόντος τοῦ εἴδους ὑπομένει ἡ στέρησις. Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ λέγειν μὴ εἶναι τὸ ὑπομένον; Ὄντος γάρ ἐστι τὸ ὑπομένειν. Eἰ ἑτέρα μοῖρα τῆς ἐναν τιώσεώς ἐστιν ἡ στέρησις, καὶ τὸ κακοποιὸν ταύτης ἐστὶ τὸ εἶδος, πῶς οὐκ ἔστι τὸ εἶδος ἀγαθόν τε καὶ κακόν, ἀγαθὸν μὲν τῇ ὕλῃ, ὡς δι' αὐτοῦ ὑπάρχειν τῇ ὕλῃ τὸ οὐσίᾳ εἶναι, κακὸν δὲ τῇ στερήσει, ὡς δι' αὐτοῦ ἀναιρουμένῃ; Eἰ ἔστι τι θεῖόν τε καὶ ἀγαθὸν καὶ ἐφετόν, καὶ ἔχει τὸ ἐναντίον ὃ οὐκ ἔστιν οὔτε ἀγαθὸν οὔτε ἐφετόν, ἔσται ἄρα τὸ θεῖον ἀγαθόν τε καὶ οὐκ ἀγαθόν, ἐφετόν τε καὶ οὐκ ἐφετόν, διὸ καὶ θεῖόν τε καὶ οὐ θεῖον. Eἰ δὲ ἄτοπον τοῦτο, οὐκ ἄρα τὸ θεῖον τὸ ἀγα θόν τε καὶ ἐφετὸν ἔχει τι ἐναντίον· τὸ γὰρ ἁπλῶς ἀγαθὸν πᾶσιν ἀγαθόν, οὔ τισι μόνον. Eἰ τὸ ἐναντίον τοῦ ἀγαθοῦ οὐκ ἐφίεται τοῦ ἀγαθοῦ (φθορᾶς γὰρ τῆς αὐτοῦ φύσεως ἐφίεται, εἰ ἐφίεται τοῦ ἀγαθοῦ) καὶ τὸ εἶδος ἑαυτοῦ οὐκ ἐφίεται (ἀνεν δεὲς γὰρ τὸ εἶδος), ἔστι δὲ τὸ θεῖον ἐφετόν τε καὶ ὀρεκτόν, τίνι δὲ ἐφετόν τε καὶ ὀρεκτὸν εἰ μὴ τῇ ὕλῃ; Ἔμψυχος ἄρα ἡ ὕλη· ἐμψύχου γάρ ἐστι τὸ ἐφίεσθαι καὶ ὀρέγεσθαι. Eἰ δὲ ἔμψυχος ἡ ὕλη, πῶς οὐκ ἔστι ψευδὲς τὸ οὐκ ὂν εἶναι κατὰ συμβεβηκὸς τὴν ὕλην; Ἡ γὰρ ψυχὴ ὄν ἐστι, καὶ τὸ ψυχὴν ἔχον ὄν ἐστιν. Eἰ, ὡς θῆλυ ἐφίεται τοῦ ἄῤῥενος καὶ ὡς αἰσχρὸν τοῦ καλοῦ, ἡ ὕλη ἐφίεται τοῦ ἀγαθοῦ, καὶ οὐκ ἔστιν ἡ ὕλη καθ' αὑτὸ θῆλυ καὶ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, δῆλον ὅτι οὐδὲ καθ' αὑτὸ ἐφίεται τοῦ ἀγαθοῦ, ἀλλὰ κατὰ συμβεβη κός. Ἔσται ἄρα καὶ τὸ θεῖον οὐ καθ' αὑτὸ ἀγαθόν τε καὶ ἐφετὸν καὶ ὀρεκτόν, ἀλλὰ κατὰ συμβεβηκός· ὅπερ ἐστὶν ἄτο πον λέγειν. Eἰ ἔστιν ἡ ὕλη γενητὴ μὲν διὰ τὸ εἶδος, φθαρτὴ δὲ διὰ τὴν στέρησιν, ἀγένητος δὲ δι' ἑαυτὴν καὶ ἄφθαρτος, ἔσται ἄρα ἡ ὕλη ἀεὶ μὲν φθαρτὴ ἢ γενητή, ἄφθαρτος δὲ καὶ ἀγένητος οὐδέποτε· ἀεὶ γὰρ ἢ στερήσει ὑπόκειται τῇ ἐν αὐτῇ φθειρομένῃ, ἢ τῷ εἴδει τῷ ἐν αὐτῇ γιγνομένῳ. Τὸ ἀγένητον ἐπὶ μὲν τῶν γενητῶν τὴν στέρησιν σημαίνει γενέσεως δυναμέ νης ἔσεσθαι, ἐπὶ δὲ τῶν ἀϊδίων τὴν ἀπόφασιν πάσης σημαίνει γενέσεως τῆς τε προγεγονυίας καὶ τῆς μελλούσης ἔσεσθαι· οἷον ὁ χαλκὸς ὁ μέλλων ἔσεσθαι ἀνδριάς, πρὶν γένηται ἀν δριάς, ἀγένητος λέγεται κατὰ στέρησιν, διὰ τὸ δύνασθαι αὐτὸν γενέσθαι ἀνδριάντα· ἐπὶ δὲ θεοῦ τὸ ἀγένητον πάσης ἀπό φασιν σημαίνει τῆς κατ' οὐσίαν γενέσεως προγεγονυίας τε καὶ μελλούσης. ∆ύο τοίνυν ὄντων τῶν τῆς ἀγενεσίας τρόπων, κατὰ ποῖόν ἐστιν ἀγένητος ἡ ὕλη; Eἰ μὲν κατὰ στέρησιν, ἀγέ νητος ἄρα ἡ ὕλη ὥσπερ ὁ χαλκός, εἰ δὲ κατὰ ἀπόφασίν ἐστιν ἡ ὕλη ἀγένητος, οὐδὲν ἄρα γίνεται ἡ ὕλη· οὔτε, ὃν λόγον ἔχει ὁ χαλκὸς πρὸς τὸν ἀνδριάντα, τοῦτον δύναται ἔχειν ἡ ὕλη πρὸς τὴν οὐσίαν, καθὰ εἶπεν Ἀριστοτέλης. Eἰ οὕτως ἐστὶ ἡ ὕλη ἀγένητος ὡς ὁ θεός, καὶ δύναται ὁ θεὸς ἐκ τοῦ ἀγενήτου ποιῆσαί τι, δῆλον ὡς δύναται ὁ θεὸς καὶ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ποιῆσαί τι. Ἣν γὰρ ἔχει ἀνεπιτηδειότητα τὸ μὴ ὂν πρὸς τὸ μὴ γενέσθαι τι ἐξ αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην, τὴν