EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.

 καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Oὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρ

 μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Oὕτω τῆς δι

 Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησο

 ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν ο

 Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ κα

 πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Oὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμ

 τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντε

 λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰ

 χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γε

 δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος πα

 εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου πρ

 ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνε

 ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης

λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰκεῖον ἐπέχουσαι λό γον, ἀπολωλέναι δέ φαμεν τὴν οἰκίαν, ἣν ἡ τοιάδε τῶν ὑλῶν σύζευξις ἀπετέλεσεν. Oὕτως ἐπὶ τοῦ ἀνθρώπου. Κἂν ἐκ ψυχῆς καὶ σώματος ὑπάρχῃ, οὐ ταὐτὸν ἂν εἴη τοῖς ἐξ ὧν ἐστίν, ἀλλ' ἕτερον, ὡς εἶναι τὸν ἄνθρωπον ἐξ αὐτῆς τῆς συναφείας ψυχῆς πρὸς σῶμα τρίτον ἀποτελούμενον ἄλλο. Καὶ τοῦτο δῆλον ἀφ' ὧν, τῆς διαζεύξεως τῆς τούτων γενομένης, μένει μὲν οὕτως τὸ σῶμα τὸν οἰκεῖον σῶζον λόγον (τριχῇ γάρ ἐστιν διαστατόν, κἂν νεκρὸν ὑπάρχῃ), ἡ ψυχὴ δὲ πάλιν ὁμοίως λογικὴ τυγχάνουσα, κἂν διαζευχθῇ· ἀπόλωλε δὲ ὁ ἄνθρωπος, ὃν ἀπετέλεσεν ἑκατέρων ἡ σύζευξις. Ὁ δὲ Χριστὸς οὐκ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἀπετελέσθη Χρι στός, ἄλλος ὢν παρὰ τὰ δύο, ἀλλὰ καὶ θεὸς καὶ ἄνθρωπος ἑκάτερα τυγχάνει, θεὸς μὲν νοούμενος τῇ τῶν τεραστίων ἐνεργείᾳ, ἄνθρωπος δὲ δεικνύμενος τῇ τῆς φύσεως ὁμοιοπα θείᾳ. Ἄλλως τε καὶ ἡ ψυχὴ πολλοῖς τῶν τοῦ σώματος προκατεχομένη παθῶν καὶ προπάσχει πολλάκις τοῦ σώματος, καὶ συμπάσχει διηνεκῶς, φαινομένη πολλάκις τὴν τομὴν τοῦ σώματος ἀγωνιῶσα καὶ πρὸ τοῦ πάθους τοῦ σώματος ἀλλοιου μένη καὶ μετὰ τὴν τομὴν οὐδὲν ἧττον τὰ τῆς ὀδύνης ἐμ παθῶς δεχομένη. Ὅπερ ἐπὶ τῆς θεότητος τοῦ Χριστοῦ οὐκ ἄν τις τῶν εὐσεβῶν τολμήσειεν εἰπεῖν ἢ παραδέξασθαι. Ὥστε τοῦ ἀνθρώπου τὸ παράδειγμα κατὰ τὶ μὲν δεκτέον, κατὰ τὸ λοιπὸν δὲ φευκτέον. Ἡμεῖς δὲ καὶ πάλαι μὲν προδιωμολογήσαμεν τῆς ἀληθείας ταύτης τὴν ἐναργῆ κατάληψιν ἀγνοεῖν, καὶ νῦν οὐδὲν ἔλαττον εὐγνωμονοῦμεν ὁμολογοῦντες τὴν κατὰ τὸ μέτρον τὸ δοθὲν ἡμῖν γνῶσιν, ὅσον τε πρὸς εὐσεβέστερον ἐναργῆ λό γον τὰ τοῦ παραδείγματος ἀνάγειν σπουδάζομεν, καὶ τὴν ἕνω σιν οὐ μικρᾷ τινι καὶ τῶν εὐτελῶν εἰκόνι παρεικάζειν ἐθέλο μεν, ἀλλὰ μεγάλῃ καὶ τῇ γεννήσει πρεπούσῃ τῇ ἐκ πατρός. Ἐπεὶ οὖν φῶς ἐλήλυθεν εἰς τὸν κόσμον ὁ λόγος, ἐκ φωτὸς ἐκλάμψας τοῦ ἀναιτίου, φῶς εἶναι καὶ τὸ παράδειγμα βού λομαι τῆς ἑνώσεως. Νοείσθω τοίνυν ὁ λόγος φῶς εἶναι τὸ ἀρχέγονον, ὃ πρώτῃ φωνῇ θεοῦ δι' αὐτοῦ τοῦ λόγου γεγένηται, σῶμα δὲ ἡλιακὸν τὸ σῶμα τὸ ἀνθρώπινον, ᾧ κατὰ ἀπόῤ ῥητον λόγον ὁ λόγος ἡνώθη. Καὶ μή μοι τὸν ἥλιον φῶς ἕτερον παρὰ τὸ πρότερον γενόμενον νόμιζε· οὐ γὰρ ὡς ἐλλείποντος τοῦ πρώτου φωτὸς πρὸς τὸν τοῦ παντὸς φωτισμὸν ὁ ἥλιος γέγονεν τὸ λεῖπον ἀναπληρῶν· οὐ γὰρ τοιοῦτος ὁ τεχνίτης, ὡς μήτε προϊδέσθαι τὸ τέλειον μήτε τὴν αὐγὴν πρὸς τὴν ἐξ αὐτοῦ παρεχομένην δημιουργῆσαι χρείαν. Ἓν τοίνυν ἐστὶν τὸ φῶς τὸ ἀρχέγονον, τὸ δὲ ἡλιακὸν σῶμα τούτῳ κατεσκευάσθη, ἐφ' οὗ συναιρεθὲν τὸ φῶς πανταχοῦ τὴν ἀρχὴν κεχυμένον ἐποχεῖται. Τοῦτο καὶ τῶν ὡρῶν ἡμῖν τῆς ἡμέρας τὸν δρό μον διὰ τοῦ σώματος ἀμέμπτως ἀποπληροῖ. Eἰ γὰρ μὴ ἐνεδέθη τῷ σώματι, ἀλλ' ὅλον ἐν ὅλῳ τῷ ἀέρι περιεκέ