ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ

 δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Eἰ δέ, δυ νάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακόν, οὐκ ἐκώ λυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς

 δος, ἄγνοιαν δὲ θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρί τον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον

 Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων

 γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ δους διαφέρουσιν Ἀλλ' εἰ τοῦτο οὕτως

 δημιουργὸς καὶ θεὸς ἔταξε τὴν ἡμέραν, καθ' ἣν πάντων τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ θεοῦ κα κῶν ποιεῖ τὴν ἀναίρεσιν κατὰ τὴν πίστιν

 δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα

 καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γί

 θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐ

 λήλων Oὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ το

 ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον

 οὐκ ἔστιν ὁ θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ κατ' αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου Eἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐ

 ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν

 ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί νως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποι

 βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλή, τοῦ βουλητοῦ καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις Eἰ ἄναρχος καὶ ἀΐδ

 οὐσίᾳ. Ἀλλ' εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτ

 αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορ

 δύναται. Μὴ προσέχωμεν δὲ τὸ ποιεῖν τὸν θεὸν ἀνθρωπίνως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖ

 τοῦ γάλακτος, οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς π

 πρῶτα γὰρ τὰ ἁπλᾶ, ὕστερον δὲ τὰ σύνθετα. Ὥσπερ ἀδιά βλητος ὁ θεὸς ἐπὶ τῇ ἀσθενείᾳ τῆς δυνάμεως, ὅτι μὴ ποιή σας πλείους κόσμους, ἀλλὰ ποιήσας ἕνα κόσ

 εληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ θεοῦ ἐρ γασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα Τετάρτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀ

 γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγενεσίαν, οὔτε διὰ τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὑτῷ ἀπεφήνατο. Ἐ

 δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρὸς τὶ ἐστὶ καθὸ εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι καθὸ δημιούργημα. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτω

 ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν· ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν

 φερές, ὧν ἐστι κοινὸν τὸ ποτὲ μὲν δυνάμει λέγεσθαι θάτερον ὅπερ λέγονται, ποτὲ δὲ ἐνεργείᾳ, τὰ δὲ ἀμφότερα ἀεὶ ἢ δυνά μει ἐστὶν ἢ ἐνεργείᾳ, ὡς τὸ κοῖλ

 Πέμπτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀγένητος ὁ οὐρανὸς καὶ ἀγένητος ὁ θεὸς καὶ οἰκεῖ ἐν τῷ οὐρανῷ ὁ θεός, πῶς κατοικῶν ἐν τοῖς οὐκ αὐτοῦ

 καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδια στάτως τῷ θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γενητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρ

 

θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐτῷ. Τούτου δὲ ὡς ἀτόπως ὑποτεθέντος ἀναιρουμένου, συναναιρεῖται ἐξ ἀνάγκης καὶ τὸ μὴ ἁρμόττειν τῷ θεῷ τὸ πεποίηκε. Καὶ τούτου γὰρ ἀναιρε θέντος, ἐξ ἀνάγκης τίθεται τὸ τούτου ἐναντίον, τουτέστι τὸ ἁρμόζειν τῷ θεῷ τὸ πεποίηκεν. Ἐπὶ παντὸς γὰρ χρὴ ἢ τὴν φάσιν εἶναι ἀληθῆ ἢ τὴν ἀπόφασιν. Κειμένου δὲ τοῦ ἁρμότ τειν τῷ θεῷ τὸ πεποίηκεν, ἀδύνατον λέγειν θεὸν τὸν μηδὲν πεποιηκότα· τοῦτο γάρ ἐστιν ἐκείνῳ ἑπόμενον. Τί οὖν; Φαίης ἀνενέργητον ἡμᾶς τὸν θεὸν λέγοντας ἁμαρτάνειν; Ἀλλ' οὐ τοῦτό φαμεν, ἀλλ' ὅτι οὐ πεποίηκε μὲν ὁ θεὸς οὐδὲν οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ· οὐδὲν γὰρ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, οὐδ' αὖ ποιεῖ ἢ ποιήσει· ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι, ὡς οὐδὲν μὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέργειαν. Ἀλλὰ τὸ φεύγειν μὲν τὴν ἁμαρτίαν λέγουσαν τὸν θεὸν ἀνενέργητον, λέγειν δὲ περὶ αὐτοῦ τὸ οὔτε πεποίηκεν οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ, εἰς τὴν αὐτήν ἐστιν ἁμαρτίαν ἐμπεσεῖν. Eἰ γὰρ ἠβουλήθης ἁμαρτανεῖν καὶ λέγειν τὸν θεὸν ἀνενέργητον, τί πλέον εἶχες λέγειν ὧν νῦν εἴ ρηκας, μὴ βουλόμενος ἁμαρτάνειν καὶ λέγειν ἀνενέργητον τὸν θεόν, τοῦ μήτε πεποιηκέναι τὸν θεὸν μήτε ποιεῖν μήτε ποιή σειν; Τῶν γὰρ ·ημάτων, τῶν χρονικὴν ἔμφασιν δηλούντων καὶ ἐχόντων, ἐκ τῆς ἐνεργείας τοῦ θεοῦ ἀναιρουμένων εὑρεθήσεται ὁ θεὸς ἀνενέργητος, διὸ οὔτε ποιητής. Eἰ μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ, δῆλον ὅτι οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἐστὶ παρ' αὐτῷ οὔτε τὸ ἐνεστὼς οὔτε τὸ μέλλον. Πῶς οὖν ὁ ἀποκρινάμενος, ἀναιρῶν ἀπὸ τοῦ θεοῦ τὰ ἔγχρονα, τίθησιν ἐπὶ τοῦ θεοῦ τὰ ἔγχρονα καί φησιν· Ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι; Τοῦτο δυεῖν τινων ἔχει τὴν ἔμ φασιν, ἢ τοῦτο μὴ ὂν παρὰ τῷ θεῷ ἐστιν ἐν τῷ μὴ ὄντι, ἢ τοῦτο μὴ ὂν παρὰ τῷ θεῷ ἐστιν ἐν τῷ ὄντι. Ἀλλ' εἰ μὲν τὸ πρῶτον, ἔστιν ἀδύνατον· τὸ γὰρ ἔν τινι εἶναι ἢ μὴ εἶναι τοῦ ὄντος ἐστίν. Eἰ δὲ τὸ δεύτερον, ἔστι παρὰ τῷ θεῷ τὸ μὴ ὂν ἐν τῷ ὄντι, τουτέστι τὸ παρεληλυθὸς τοῦ χρόνου ἐν τῷ ἐνεστῶτι τοῦ χρόνου. Τούτου δὲ κειμένου, ἔλεγχος γίνεται τοῦ μὴ ὀρθῶς εἰρῆσθαι τὸ οὐδὲν ἔγχρονον παρὰ τῷ θεῷ τὸ παρ εληλυθὸς ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι, ἅτινά ἐστιν ἔγχρονα. Καὶ εἰ ἐνήλλαξε τὸν τρόπον τοῦ πῶς ἐστι παρὰ τῷ θεῷ τὰ τοῦ χρόνου μέρη, ἀλλ' ὅμως δέδωκεν εἶναι παρ' αὐτῷ τοῦ χρόνου τὸ παρεληλυθὸς καὶ τὸ ἐνεστὼς καὶ τὸ μέλλον· καὶ εἰ μὴ μᾶλλον τὸ πεποίηκε τοῦ ποιεῖ, οὐδ' αὖ τὸ ποιεῖ τοῦ ποιήσει. Ἐπεὶ τίς ἦν χρεία τῆς τοῦ μᾶλλον ἀναιρέσεως ἀπὸ τῶν ποιήσεων τῶν κατὰ τὸ πεποίηκε καὶ ποιεῖ καὶ ποιήσει ἀλλήλων διαφερουσῶν, τῶν ποιήσεων οὐσῶν τῶν κατὰ τὸ μᾶλλον καὶ ἧττον μὴ διαφερουσῶν ἀλ