ἀπέχεσθαι, καί, εἰ προσιέναι αὐτοῖς ἀναγκαῖον, ἢ λουσάμενον ἢ ἑτέρῳ τοιούτῳ τινὶ χρησάμενον, ὥστε μὴ ἰουδαϊκῶς καθαί ρεσθαι, δίδαξον· ἐπειδὴ πολλή ἐστι περὶ τούτου καὶ παρ' αὐτῶν ἡ ζήτησις. Ἀπόκρισις. Ἐπειδὴ οἱ ἀνακείμενοι θεῷ ἄγρυπνον ἔχουσιν ἀντίπαλον, τὸν πᾶσι τοῖς δυνατοῖς αὐτῷ τρόποις μηχανώμενον θεῖναι τοῖς εὐσεβέσι μῶμον, διὰ τοῦτο ἀβούλητα καθ' ὕπνους πάσχουσι. Καίτοι εἰδὼς ὁ ἀντίπαλος ὅτι ἐν τοῖς οὐκ ἐφ' ἡμῖν οὔτ' ἐπὶ τοῖς σεμνοῖς ἐπαινούμεθα οὔτ' ἐπὶ τοῖς αἰσχροῖς ψεγόμεθα (οἱ γὰρ ἔπαινοι καὶ οἱ ψόγοι τῶν μετὰ συγκαταθέσεως τοῦ λογισμοῦ ὑφ' ἡμῶν πραττομένων εἰσί) καὶ ὅτι τὰ ἐνύπνια τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν, ἀλλ' ὅμως καὶ διὰ τῶν ἐνυπνίων κινεῖ ἐν ἡμῖν ἀμφοτέρων τὰς πράξεις, καὶ τῶν σεμνῶν καὶ τῶν αἰσχρῶν, ταύτας ἔχων ἐν αὑτῷ τὰς ἐλπίδας, μήπως ἢ τῇ τῶν σεμνῶν ἐργασίᾳ ἐξεγείραι ἡμᾶς εἰς ματαίαν καύχησιν τῶν ἡμῖν μὴ πεπραγμένων, ἢ τῇ τῶν αἰσχρῶν ἐργασίᾳ δυνηθείη εὑ ρεῖν ἡμᾶς ἐπὶ ἀνόμῳ πράξει τερπομένους. Ἀλλὰ τὸ μὲν ἰδεῖν τὰ τοιαῦτα ἐνύπνια οὐκ ἔστιν ἐφ' ἡμῖν, τὸ δὲ τερφθῆναι ἐπὶ τῇ οὕτως ἀβουλήτῳ πράξει ἢ λυπηθῆναι τοῦτο ἐφ' ἡμῖν ἐστι. Κἂν μὲν οὖν εὕρῃ ἡμᾶς ἐπὶ τῇ ἀβουλήτῳ πράξει τερπομένους, καυχᾶται ὡς νικητὴς ὁ ἀντίπαλος, ἐὰν δὲ λυπουμένους, μα ταιοῦται τῇ βουλῇ ἡττώμενος. Ἱκανὸν οὖν ὑπάρχει πρὸς τὴν ἀπαλλαγὴν τοῦ κακοῦ μηχανήματος τὸ λυπηθῆναι ἐπὶ τῷ ἀβουλήτως συμβεβηκότι καὶ δάκρυσιν ἀποπλύνειν τὸ μυσα ρὸν τῶν οὕτως ἀβουλήτως ἐν ἡμῖν ὑφισταμένων φαντασιῶν. Ἀπέχεσθαι δὲ τοὺς οὕτως τὰ ἀβούλητα πάσχοντας τῆς κοινω νίας τῶν θείων μυστηρίων, οὐδ' ὅλως δίκαιόν ἐστιν· εἰ δὲ μή γε, ἀναιροῦμεν κατὰ τοῦτο τῶν βουλητῶν τε καὶ τῶν ἀβου λήτων κακῶν τὴν διαφοράν. Ἐρώτησις κβ. Eἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ δεσπότης Χρι στὸς ἀπεφήνατο, πῶς τὰ μὲν ζιζάνια πεπλήθυνται, σχεδὸν δὲ ὁ σῖτος ἐξέλιπε; Καὶ τίς ἡ ἀπόδειξις τοῦ εἶναι σῖτον τὸν ἐκλείψαντα; Πῶς δὲ τῆς συναυξήσεως τούτων ἡ πρόῤῥησις οὐ διέψευσται; Ἀπόκρισις. Ἀπόδειξις τοῦ σῖτον εἶναι τὸν ἐκλείψαντα αὕτη ἐστὶν ἡ παρ' αὐτοῦ πρόῤῥησις λέγουσα· ∆ιὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ πάλιν· Ἐν ὑστέροις καιροῖς ἀφίστανταί τινες τῆς πίστεως καὶ προσέχουσι πνεύμασι πλάνοις καὶ διδασκαλίαις ἀνθρώπων. Καὶ πάλιν· Ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφονται, πρὸς δὲ τοὺς μύθους ἐκτραπήσονται. Καὶ πάλιν· Eἰσελεύσονται εἰς ὑμᾶς λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου, τοῦ ἀποσπᾶν τοὺς μα θητὰς ὀπίσω αὑτῶν. Ὅτι δὲ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐκ ἐκλείπει ὁ σῖτος, δηλοῖ ὁ κύριος λέγων· ∆ιὰ δὲ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο ὁ πατήρ, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Ἀλλ' εἰ μὲν συνέβη τι τῷ σίτῳ τὸ μὴ εἰρημένον περὶ