λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες; Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ, οἱ δὲ ἀνιστάμενοι κατὰ ἀνάκτισιν ἀνίστανται. Eἰ δὲ τῷ τινί, ἀλλὰ τῷ θεῷ πάντα δυνατὰ τὰ τινὶ ἀδύνατα. η. Eἰ ἐπὶ τοῦ παρόντος βίου ὁ εὐσεβὴς τοῦ ἀσεβοῦς ἐλ πίδι μόνῃ διαφέρει, πῶς ὁ ἀναιρῶν τῶν μελλόντων τὴν ἐλπίδα οὐκ ἀναιρεῖ εὐσεβοῦς τε καὶ ἀσεβοῦς τὴν διαφοράν; θ. Eἰ χωρὶς τοῦ καθέκαστον ἀδύνατόν ἐστιν ὑπάρχειν τὸ καθόλου, πῶς, εἰ κτιστὸν τὸ καθέκαστον, οὐ κτιστὸν ἔσται καὶ τὸ καθόλου; Ἀλλ' εἰ τοῦτο, πῶς οὐκ ἔστι ψευδὲς τὸ συν αΐδιον εἶναι τὸν ἄνθρωπον καὶ τὰ λοιπὰ μέρη τῆς κτίσεως τῷ θεῷ; Oἷον εἰ κτιστὸς ὁ Πλάτων, πῶς οὐ κτιστὸς ὁ ἄν θρωπος; ι. Πῶς οἱ Ἕλληνες, ὑποθέμενοι τὸ ἀΐδιον εἶναι τὸν κό σμον, τὰ τῇ ὑποθέσει ἐξ ἀνάγκης ἑπόμενα ἐδογμάτισαν; Ἀλλ' εἰ μὲν ἦν κατ' αὐτοὺς ἀΐδιος ὁ κόσμος, εὐλόγως ἂν ἔλεγον μὴ ἔσεσθαι τοῦ κόσμου τὴν ἀνάκτισιν· τοῦ γὰρ κτιστοῦ κόσμου ἐστὶν ἡ ἀνάκτισις καὶ οὐχὶ τοῦ ἀκτίστου. Ὅτι δὲ οὐκ ἔστιν ἀΐδιος ὁ κόσμος, δῆλον ἐκ τοῦ μὴ εἶναι τὸν ἄνθρωπον συν αΐδιον τῷ θεῷ. Eἰ γὰρ συναΐδιον τῷ θεῷ τὸ καθόλου, ἐξ ἀνάγκης καὶ τὸ καθέκαστον· εἰ δὲ μὴ τὸ καθέκαστον, οὐδὲ τὸ καθόλου. ια. Τὸ ἐφάπαξ πάντας τοὺς ἀνθρώπους διὰ τῆς ἀνακτί σεως εἰς τὸ εἶναι αὐτοὺς ἀφθάρτους μεταγαγεῖν πολὺ θειω δέστερον ὑπάρχει κατὰ μέγεθος τοῦ αὐτοὺς εἰς τὴν θνητὴν ταύτην κατάστασιν, ἐν ᾗ νῦν ἐσμεν, εἰσαγαγεῖν. Ἐφύλαττε δὲ ἡμῖν τὸ κατάλληλον καὶ θειωδέστερον εἰς ὕστερον, ὡς ἐν αὐτῷ τὸ τέλος τῆς ἡμῶν ὑποστάσεως κείμενον. Oὗ εἰ ἀπε στερημένοι ἦμεν κατὰ τοὺς ἀπιστοῦντας τὴν ἀνάστασιν, πόσῳ μᾶλλον ἂν ἦν κάλλιον τὸ μὴ εἶναι τοῦ εἶναι ἡμᾶς; Ἄχρηστον γὰρ πᾶν τὸ στερούμενον τοῦ οἰκείου τέλους. ιβ. Eἰ ἀδύνατόν τινι ὑπὲρ τοῦ μὴ ὄντος πράγματος τῆς ἑαυτοῦ ζωῆς προτιμῆσαι τὸν θάνατον, πῶς οὖν, καθ' ὑμᾶς οὐκ ὄντος ἀληθοῦς τοῦ περὶ τῆς ἀναστάσεως δόγματος, ὑπὲρ τούτου τῆς ἑαυτῶν ζωῆς προετίμησαν οἱ μάρτυρες τὸν ἑαυτῶν θάνατον; Ποίας δὲ ἄλλης θρησκείας πολυτρόποις βα σάνοις τε καὶ θανάτοις ἐβεβαιώθη τὸ δόγμα ἢ τῆς ἑαυτῶν θρησκείας, λέγω δὲ τῶν Χριστιανῶν περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως; ιγ. Eἰ, ἃ μὴ πιστεύουσιν Ἕλληνες, ταῦτα οὔτε ἐστὶν οὔτε ἔσται, ἐν τῇ γνώσει ἄρα τῶν Ἑλλήνων κεῖται τῶν ὄντων ἡ ὕπαρξις. Πῶς οὖν ἐν τοῖς πλείστοις τῶν κυριωτάτων δογμά των ἑαυτοῖς τε καὶ ἀλλήλοις μαχόμενοι δείκνυνται; Ἡ γὰρ τοιαύτη μάχη οὐκ ἐᾷ κεῖσθαι ἐν τῇ γνώσει τῶν Ἑλλήνων τῶν ὄντων τὴν ὕπαρξιν. ιδ. Eἰ τῇ παραδόσει τῶν θεασαμένων τὸν ἀρχηγὸν τῆς ἀναστάσεως ἀναστάντα ἐκ τῶν νεκρῶν εἰς ἀθάνατον ζωὴν ἀπι στοῦσιν, ἀλύτῳ δὲ ἀποδείξει λύειν τὸ τῆς ἀναστάσεως δόγμα