9
περιεργότερον στοχασάμενοι, καὶ τῶν κλιμάκων μίαν κατὰ τὸ Τριγώνιον θέντες, οὗ γωνία τις ἦν ἐκ πύργου καὶ οὐκ εἶχεν, ὅθεν ἄν τις τῆς ἀνόδου κωλῦσαι τὸν ἀναβαίνοντα καὶ πολλή τις τῶν ἀνθρώπων ἐτύγχανεν ἐρημία, τόλμην ψυχῆς τῶν ἄλλων τις πεζῶν ἐνδειξάμενος, τὸ ξίφος ἐνδακὼν τοῖς ὀδοῦσι καὶ τὸ θανεῖν ἀνθῃρημένος τοῦ ζῆν, ἵνα μόνον ἀνδρείας δόξαν κομίσηται, μεθ' ὅσης ἄν τις εἴποι τῆς εὐτολμίας τὸ τεῖχος ἀναβεβήκει, μηδ' οὑτινοσοῦν αἰσθομένου τῶν ἔνδον καὶ κατ' ἄλλο μέρος τῶν ἐναντίων τηρούντων τὴν ἄνοδον. Λατῖνον οὖν εὐθὺς ἐν ταῖς πυργοβάρεσιν εὑρηκὼς τετρωμένον ἔναγχος καὶ τὰ λοίσθια πνέοντα, τούτου τὴν κεφαλὴν ἐκτεμὼν τῶν πολεμούντων εἰς μέσον κατέρριψε, δείξας ὅπως τε τοῦ μέρους ἐκείνου κεκράτηκε καὶ ὡς τὰ τείχη πάντες ἀπολιπόντες ᾤχοντο ἀμεταστρεπτί. Ἐννάτην ἦγε καὶ εἰκοστὴν ὁ Μάρτιος τότε, ἔτος δὲ τριακοστὸν ὄγδοον πρὸς τῷ ἑξακισχιλιοστῷ ἐνακοσιοστῷ ἐνειστήκει. Παραθαρρύνας τοίνυν ἐκεῖνος πάντας πεζοὺς τὸ τάχος τε ἀνιέναι ἐβόα καὶ τὴν ἐρημίαν ἐδήλου. Οἱ δ' ὡς εἶχον πάσας παραχρῆμα κλίμακας θέντες, συχνοὶ δι' αὐτῶν ἀναβαίνειν ἠπείγοντο σὺν βοῇ καὶ τῷ τῶν ἀπὸ δέρρης τυμπάνων ἤχῳ· φέρει γὰρ καὶ τοῦτο πολλήν τινα ἐν τοῖς πολέμοις τὴν ἔκπληξιν. Πολλοὶ δὲ παραβόλως καὶ ἀναρριχᾶσθαι παρωρμῶντο προθύμως διὰ πολλὴν τοῦ κέρδους ἐπιθυμίαν καὶ διὰ τῶν πυργοβάρεων ἐπεισπίπτειν ἐσπούδαζον. Ὅσοι μὲν οὖν ἐδύναντο, τόνδε τὸν τρόπον ἀνέβαινον. Οἷς δ' οὐκ ἦν ἐφικτὸν διὰ τῶν κλιμάκων, διὰ τῶν ὀρυγμάτων, ὧν εἰργάσαντο, πολλῶν ὄντων, ἐπὶ τὴν πόλιν δρομαῖοι συνέρρεον, ἄλλος ἄλλον τῷ τάχει νικῶντες καὶ ταῖν χεροῖν τὰ ξίφη φέροντες, καὶ οἷον ἐρίζοντες, τὶς ἂν φθάσειε πρότερος ἐπὶ τὸ τῆς πόλεως οἰκούμενον μέρος καὶ μάλιστα τὸ πρὸς θάλατταν πρὸς αὐτὸ γὰρ τοὺς πλείους καὶ μάλιστα τοὺς Λατίνους ὑπέλαβον διὰ τὰς τριήρεις προσπεφευγέναι. Πάντες οὖν ἡμεῖς, ὡς εἶχεν ἕκαστος τάχους, οἱ μὲν κατ' οἴκους ἐθέομεν, οἱ δὲ ναοῖς ἱεροῖς κατεφεύγομεν, ἕτεροι ὑπονόμους καὶ μνήματα καὶ εἴ τι πρὸς σωτηρίαν ἦν ἐπιτήδειον ὑποδῦναι σὺν τρόμῳ ἠγωνιζόμεθα, ἄλλοι τὸ τοῦ αἰγιαλοῦ κατελάμβανον μέρος, οἰόμενοι δῆθεν τῶν τριηρῶν ἐπιβῆναι ἢ πλοίων ἑτέρων, μεθ' ὅσης ἄν τις εἴποι τῆς φρίκης· ᾤοντο γὰρ πολλοὶ μήπω τοὺς πολεμίους εἰσιέναι ἐκεῖθεν. Τὸ δ' ἦν τοὐναντίον καὶ τῆς γε ἐλπίδος διήμαρτον οἱ τοῦτο διανοούμενοι. τοῦτο καὶ κατὰ τὸν πύργον τὸν καλούμενον Σαμαρείαν εἶδον πάντες συμβάν. Πάντων γὰρ προσδοκώντων ὡς, ὅταν ἡ πόλις ἁλῷ, μὴ ἂν τοῦτον εὐθὺς προδεδόσθαι ἢ τὴν ταχίστην διὰ πολέμου ληφθῆναι, πρὸς τὴν τῆς θαλάττης αὐτὴν κείμενον ἠϊόνα καὶ διατειχίσμασι καὶ ὅπλοις καὶ πᾶσι τοῖς ἀναγκαίοις καλῶς κατωχυρωμένον, ταύτην οὖν τὴν ματαίαν ἐλπίδα πάλαι ἡμῶν κεκτημένων, οὐκ ὀλίγοι δή τινες καὶ πρὸς τοῦτον κατέδραμον ἐπὶ φυλακῇ τῶν ἰδίων σωμάτων· πλὴν κἀνταῦθα τῆς ἐλπίδος διήμαρτον. Μόγις γὰρ τῶν Λατίνων, ὅσοι προὔχοντες ἦσαν, καὶ Τζεταρίων ὀλίγοι μετὰ τῶν προϋπαρχόντων εἰς φυλακὴν εἰς τοῦτον συνέφυγον μόνον καὶ τοὺς ἄλλους εὐθὺς κεκωλύκεσαν τῆς εἰσόδου. Οἳ καὶ διὰ τοῦ κατὰ θάλατταν προβεβλημένου διατειχίσματος (Τζερέμπουλον τοῦτο καλεῖν πάντες εἰώθαμεν) εἰς τὰς τριήρεις εἰσίασι, πρὸ μικροῦ πρὸς αὐτὸν μετὰ προεισιόντων ἄλλων ἐκ τοῦ λιμένος καθορμισθείσας].
14 [∆ιὰ τῶν κλιμάκων οὖν καὶ τῶν ὀρυγμάτων, ὡς ἔφημεν, τῶν πολεμίων τῆς πόλεως ἐντὸς γενομένων, οἱ μὲν ἐπὶ τὰς οἰκίας συνέτρεχον καὶ τοὺς ἀνθρώπους, οἱ δ' ἐπὶ τὰς πύλας τῆς πόλεως αὐτὰς ἀναπεταννύναι πρὸς τὸ τὴν πόλιν εἰσελθεῖν ἅμα παντὶ τῷ στρατεύματι τὸν Μουράτην. Καὶ εἶδες ἂν δίκην μελισσῶν ἢ θηρῶν ἀγρίων εἰσιόντας αὐτοὺς ὠρυομένους καὶ φόνον πνέοντας τὸν ἡμέτερον καὶ τὴν πόλιν τοὺς μὲν πεζῇ, τοὺς δ' ἐφίππους διαλαμβάνοντας. Ὡς δ' ἡ πόλις πεπλήρωτο πᾶσα καὶ πάντ' εἶχον αὐτούς, καὶ νεῲ ἱεροὶ καὶ μοναὶ θεῖαι καὶ ἀγυιαὶ καὶ οἰκίαι,