1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

9

φύσιν ἐν τῷ θείῳ τίθεται· ἔστι γὰρ αὐτοῦ τὸ μὲν ἀκρότατον οὐσία, τὸ δὲ μέσον ζωή, τὸ δὲ ἔσχατον νοῦς. ἄλλ' ἴσως ἐρεῖ τις· ποία κοινωνία τοῖς αἰσθητοῖς πρὸς τὴν νοητὴν τριάδα; ἰστέον τοίνυν, ὅτι τρεῖς τριάδας ὁ Τίμαιος παραδίδωσι, καὶ μάρτυς ὁ Πρόκλος ἐν ὑποτυπώσει τῆς Πλάτωνος φιλοσοφίας φάσκων, ὅτι ἡ τῶν νοητῶν ἀκρότης, τριὰς οὖσα νοητή, καὶ μονάς ἐστιν· ἑνὰς γὰρ τυγχάνειν δύναται, ἐν ἑαυτῇ τὴν πασῶν δυνάμεων αἰτίαν ἔχουσα καὶ οὐσίαν, ὥς φησιν ὁ Παρμενίδης. πάντα γὰρ τὰ νοητὰ ἐν τῇ τριάδι περιέχεται, καὶ πᾶς ὁ θεῖος ἀριθμὸς ἐν τῇ τάξει ταύτῃ προελήλυθεν, ὡς καὶ αὐτὸς ὁ Χαλδαῖος ἐν τοῖς λογίοις· τῆσδε γὰρ ἐν τριάδος κόλποις ἔσπαρται ἅπαντα, καὶ πάλιν· τῆσδε γὰρ ἐκ τριάδος πᾶν πνεῦμα πατὴρ ἐκέρασσε. διὰ μὲν τοῦτο οἱ Πυθαγόρειοι τριάδα μὲν ἐν ἀριθμοῖς, ἐν δὲ σχήμασι τὸ ὀρθογώνιον τρίγωνον ὑποτίθενται στοιχεῖον τῆς τῶν ὅλων γενέσεως. ἓν μὲν οὖν μέτρον ἐστί, καθ' ὃ συνέστη ὁ ἀσώματος καὶ νοητὸς κόσμος· δεύτερον δὲ μέτρον, καθ' ὃ ἐπάγη ὁ αἰσθητὸς οὐρανός, πέμπτην λαχὼν καὶ θειοτέραν οὐσίαν, ἄτρεπτον καὶ ἀμετάβολον· τρίτον δὲ καθ' ὃ ἐδημιουργήθη τὰ ὑπὸ σελήνην, ἐκ τῶν τεσσάρων δυνάμεων γένεσιν καὶ φθορὰν ἐπιδεχόμενα. 2.9 Τὴν δὲ τετάρτην ἡμέραν Στίλβοντι, ἑνὶ τῶν πλανήτων κατ' Αἰγυπτίους οὕτω καλουμένῳ, ἀνέθεντο, ὃς ἐξ ἴσου ποτὲ μὲν ὑγραίνει ποτὲ δὲ ξηραίνει, πνευματούμενος ὑπὸ τῆς περὶ τὸν ἥλιον ὀξυκινησίας· Ἑρμοῦ δὲ τοῦτον Ἕλληνες εἶναι βούλονται. αὐτῷ τοίνυν τὴν τετράδα οἱ φιλοσοφοῦντες ἀνέθεντο ὡς ἐφόρῳ τῶν μιγάδων ψυχῶν· τὰ γὰρ τῆς ψυχῆς στηρίγματα τέσσαρά ἐστι, νοῦς ἐπιστήμη δόξα αἴσθησις. ψυχὰ γὰρ ἀνθρώπου, ὡς Πυθαγόρας ἔφη, ἔστι τετράγωνον ὀρθογώνιον. Ἀρχύτας δὲ τῆς ψυχῆς τὸν ὅρον οὐκ ἐν τετραγώνῳ, ἀλλ' ἐν κύκλω ἀποδίδωσι, «διὰ τοῦτο ψυχὰ τὸ αὑτὸ κινοῦν, ἀνάγκα δὲ τὸ πρῶτον κινοῦν, κύκλος δὲ τοῦτο ἢ σφαῖρα». καὶ οὕτω μὲν ἐπὶ τοῦ νοητοῦ, οὐδὲν δὲ ἧττον κἀπὶ τοῦ αἰσθητοῦ ἐστι συνιδεῖν ἐν ταῖς τῶν ζώων γενέσεσι· πρῶτον μὲν γάρ ἐστι σπέρματος καταβολή, δεύτερον δὲ ἡ εἰς τὰ γένη διανομή, τρίτον αὔξησις, καὶ τέταρτον τελείωσις. ἀλλὰ μὴν τέσσαρές τε ἡλίου τροπαί, καθ' ἃς τὰ ὄντα συντηρεῖται, ἰσημερίαι δύο, θερινὴ καὶ χειμερινὴ τροπή. τέσσαρες δὲ καὶ αὐτῆς τῆς σελήνης αἱ πρῶται φάσεις ὥσπερ ῥίζαι καὶ ἀρχαί, σύνοδος πανσέληνος διχότομοι δύο, ἑκάστης φάσεως ἀλλοιούσης τὴν ἐνέργειαν· ἀπὸ μὲν γὰρ συνόδου ἕως διχοτόμου ὑγραίνει, ἀπὸ δὲ ταύτης ἕως πανσελήνου θερμαίνει, ἀπὸ δὲ ταύτης ἕως τῆς δευτέρας διχοτόμου ξηραίνει, ἐκ δὲ ταύτης ἕως ἐπὶ σύνοδον ψύχει. ἔνθεν οἶμαι τοὺς περὶ γεωργίαν ἐσχολακότας ἀσφαλῶς σπείρειν μὲν καὶ φυτεύειν περὶ συνόδους ἢ πανσελήνους, οἷα δὴ ἐν ὑγροτέρῳ τηνικαῦτα τῷ ἀέρι καὶ πρὸς γένεσιν ἄλλων κεκινημένῳ· περὶ δὲ τὰς διχοτόμους ὕλην τε, ὅση ἐργάσιμος, κόπτουσι καὶ τοὺς πρὸς ἀπόθεσιν καρποὺς συγκομίζουσιν, οἷα δὴ ἐν ξηροτέρᾳ τῇ ὥρᾳ. καὶ ταῦτα μὲν ἐπὶ τῶν αἰσθητῶν καὶ νοητῶν. περὶ δὲ τοῦ κατ' ἀριθμὸν ἀξιώματος ὁ τέταρτος ἀριθμὸς τετράγωνός ἐστι. μόνος γὰρ ἰσάκις ἶσος ἰσομερὴς ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, σύνθεσιν μὲν οὖν ἐκ δυεῖν καὶ δυεῖν, δύναμιν δὲ ἐκ τοῦ δὶς δύο, πάγκαλόν τι συμφωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων ἀριθμῶν συμβέβηκεν, ὅθεν καὶ ἀποτελεσματικὸς καλεῖται· εἰ γὰρ ἀπὸ μονάδος μέχρι τετράδος ἑξῆς συντεθεῖεν ἀριθμοί, δεκάδα ἀποτελοῦσιν. 2.10 Τὴν δὲ πέμπτην Φαέθοντι, τῷ πάντων πλανήτων εὐκρατοτάτῳ ἀνέθεντο· ∆ία δὲ αὐτὸν Ἕλληνες ζωογόνον θεολογοῦσιν. ὅθεν καὶ ἐν Κρήτῃ τεχθῆναι μυθικῶς αὐτὸν βούλονται, ἐν ᾗ θανάσιμον οὐδὲν φύεται, ἀλλ' οὐδὲ λύκος ἢ γλαὺξ εὑρίσκεται, ὥς φησιν Ἀντίγονος. καὶ οὐράνιος δὲ καλεῖται κατὰ τὴν ἐν πεν τάδι κυκλοφορικὴν οὐσίαν, ἐξ ἧς φασιν ἀποτελεσθῆναι τὸν οὐρανὸν κατὰ τὸν Ἀριστοτέλην. ἡ γὰρ πεντὰς παραλαβοῦσα τὴν τετράδα ὕλης λόγον ἔχουσαν τρόπον τινὰ καὶ ὑποκείμενον τοῖς ἐξ