ἀήττητος μείνῃ, τῷ τῆς ψυχῆς λόγῳ ἄγχων τὰς ἐνδεχομένας γενέσθαι τε καὶ μὴ γενέσθαι φυσικὰς | τοῦ σώματος ὀρέξεις ἢ περικόπτων· ὥστε γυμνασίας χάριν πεποίηκεν ὁ θεὸς τὰς τῆς σαρκὸς κινήσεις, ἵνα μὴ ἀστεφάνωτος <ὁ> ἄνθρωπος γένηται, ὡς ῥᾷστα κατορθώσας τὴν ἀρετὴν ἄνευ τινὸς ἀντιπαλαίοντος. Τοῦτο δὲ οὐκ ἀγένητον, οὔτε μὴν ἐξ ἀντικειμένης τῷ θεῷ δυνάμεως δείκνυσι τὴν κακίαν, ἀλλὰ μᾶλλον τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φυσικὴν κίνησιν, ἥτις καθ' ἑαυτὴν ἁμαρτίας ἴχνος οὐκ ἐπιδείκνυται. Εἰ δὲ ἡ ψυχὴ κατασπασθείη καὶ τὴν οἰκείαν τάξιν ἀφεῖσα τοῖς τοῦ σώματος κινήμασιν ἀλόγως ἑαυτὴν ἐπιδῴη, τότε τὸ γενόμενον ἁμαρτία τυγχάνει ψυχῆς ἐξυπηρετουμένης τοῖς τοῦ χείρονος δόγμασιν καὶ ὡς ἕν τι ζῷον ὁ ἄνθρωπος ἁμαρτάνων κολάζεται ψυχῇ τε καὶ σώματι.