πάλιν τὰ πάντα ἀπέδειξεν. Οὐ γὰρ ὁλόκληρον τὸ ὀψώνιον, ἀλλὰ μερικὸν αὐτοῖς καὶ μέτριον δοθὲν ναρκῆσαι τοὺς στρατιώτας ἐποίησε· λαβόντες γὰρ τὸ δοθὲν εἰς τὰ οἰκεῖα διεσκεδάσθησαν, καὶ πάλιν ἦσαν οἱ βάρβαροι τὴν χώραν δῃούμενοι καὶ ἀδεῶς κατατρέχοντες. Νεολαίαν δέ τινα βραχεῖαν, ἄρτι τῶν οἰκημάτων οἷς ἐνετρέφοντο ἐκπεπηδηκυῖαν, μικροῖς καὶ ἐλαχίστοις ἀθροίσαντες ἀναλώμασι τῷ τῆς Ἀντιοχείας 121 ἡγεμόνι ἐνεχείρισαν. Οἳ δρᾶσαι μέν τι προεθυμοῦντο ἀπονοίᾳ νεωτερικῆς θρασύτητος στρατηγούμενοι, ἀπειροπόλεμοι δὲ ὄντες καὶ ἄφιπποι καὶ σχεδὸν ἄοπλοι καὶ γυμνοὶ καὶ μηδὲ τὸν ἡμερήσιον ἄρτον ἔχοντες, πολλὰ παθόντες ἀνήκεστα εἰς τὴν σφῶν δυσκλεῶς ἐπανέστρεψαν γῆν, τοῦ δουκὸς Βοτανειάτου μετὰ τῶν οἰκείων ὑπασπιστῶν καί τινων ξενικῶν δυνάμεων μετρίως αὐτοὺς ἀποσοβῆσαι ἰσχύσαντος. Παραλυθέντος δὲ τῆς ἀρχῆς ἐκείνου τὰ τῶν βαρβάρων ἐπὶ πλέον ἐθρασύνθη, σιτοδείας πιεζούσης τὰς πόλεις καὶ τῶν ἄλλων ἐπιτηδείων ἐνδείας. Ἀλλ' ἐπειδήπερ ἐξ ἀνάγκης βασιλέως ἐδεήθη τὰ πράγματα δυναμένου αὐτὰ ποσῶς καταστῆσαί τε καὶ ὁμαλίσαι ἐν οὕτως ἐναντίοις καιροῖς, ἐψηφίζετο μὲν ἀξιολογώτατος ὁ Βοτανειάτης καὶ ἄλλοι πολλοί, νικᾷ δὲ ὅμως ἡ θεία βουλή· διὸ καὶ ἀνάγεται ἐπὶ ταύτην ὁ βεστάρχης Ῥωμανὸς ὁ Κωνσταντίνου τοῦ ∆ιογένους υἱός. Ὃν δὲ τρόπον ἀνήχθη, ἔνθεν ἐρῶ. Ἦν μὲν προβεβλημένος δοὺξ Σαρδικῆς ὁ ∆ιογένης, πατρίκιος δὲ τυγχάνων ἐζήτησε τὸν βασιλέα Κωνσταντῖνον τὸν ∆ούκαν τιμηθῆναι βεστάρχης. Ὁ δὲ βασιλεὺς ὑπειπὼν αὐτῷ: δεικνύων ἔργα ἀπαίτει μισθούς, κενὸν αὐτὸν καὶ ἄπρακτον ἀπεπέμψατο μὴ προσσχὼν τῇ αἰτήσει αὐτοῦ. Ἐξελθὼν οὖν ὁ ∆ιογένης καὶ τὴν Σαρδικὴν καταλαβών, περιτυχὼν Πατζινάκοις ἐξελθοῦσι καὶ λεηλατοῦσι τὴν χώραν τρόπαιον μέγιστον ἐστήσατο κατ' αὐτῶν, καὶ τῶν ἑαλωκότων ζῶντας μὲν πολλούς, κεφαλὰς δὲ τῶν ἀνῃρημένων τῷ βασιλεῖ πεπομφὼς ἐτιμήθη βεστάρχης, γράψαντος αὐτῷ τοῦ βασιλέως ὡς οὐκ ἐμὸν δῶρον, ὦ ∆ιόγενες, τοῦτο ἀλλὰ τῆς οἰκείας ἀρετῆς καὶ ἀνδραγαθίας. ∆ιατρίβων δὲ ἐκεῖσε ἠβουλήθη μὲν ἀντᾶραι τῷ βασιλεῖ, ἐπέσχε δὲ τὸ μελετώμενον δεδιὼς εἰς φῶς ἀγαγεῖν. Ὅμως, ἐπειδὴ ὁ βασιλεὺς ἀπῆν καὶ τὰ τῆς βασιλείας ἐχήρευον, κοινολογεῖταί τινι τῶν πιστικωτάτων τὸ πρᾶγμα καὶ δι' αὐτοῦ τοῖς παρακειμένοις ἔθνεσιν 122 ὁμιλήσας περὶ τοῦ αὐτοῦ πράγματος, φιλίως αὐτῷ διακειμένοις ἐξ ὅτου τῶν παρ' ἐκείνοις ἦρξε μερῶν καὶ τῆς αὐτοῦ γενναιότητος πεῖραν ἔχουσι δαψιλῆ. Καταμηνύεται παρά του Ἀρμενίου τὸ γένος, καὶ δὴ συλληφθεὶς δεσμώτης πρὸς τὴν βασιλίδα ἀπάγεται. Ἐλεγχθεὶς δὲ καὶ καταθέμενος καὶ διὰ τοῦτο κατακριθεὶς θάνατον ὡς ἐπίβουλος ὑπερορίζεται καὶ τῆς πόλεως ἐκβάλλεται, πᾶσιν ἀνίαν ἐνθέμενος ὅσοι τῆς αὐτοῦ γενναιότητος καὶ ἀνδρείας ἐν πείρᾳ καθίσταντο. Οἱ δ' ἀγνοοῦντες ἐκ τῶν εἰδότων ταύτην παραλαμβάνοντες ὑπῆρχον ἐξ ἀκοῆς ἐρασταί. Καὶ διὰ τοῦτο δι' εὐχῆς ἦν τοῖς ὅλοις ἀνώτερον τὸν ἄνδρα γενέσθαι κολαστηρίων καὶ χαρισθῆναι τῇ Ῥωμαίων τοῦτον ἀρχῇ. Ἐπεὶ δὲ ὁ σκοπὸς ζήλου θείου ἦν καὶ οὐ φιλαυτίας, περιαλγοῦντος τῆς τῶν χριστιανῶν πληθύος πασχούσης κακῶς καὶ κεραϊζομένης ὁσημέραι πρὸς τῶν Ἀγαρηνῶν, ἐνηργήθη λοιπὸν τοῖς εὐχομένοις τὰ τῆς εὐχῆς. Παραστάντος γὰρ αὖθις αὐτοῦ τῷ βασιλικῷ βήματι περιέσχεν ἔλεος ἄσχετος τὴν αὐγοῦσταν Εὐδοκίαν· ἦν γὰρ ὁ ἀνὴρ μετὰ τῶν ἄλλων καὶ θεαθῆναι ἀγαθός, ἐπιμήκης τε τὴν ἡλικίαν ὢν καὶ στέρνων καὶ νώτων ἐν καλῷ καθορώμενος, εὐόφθαλμός τε, εἴπερ τις ἄλλος, καὶ τοῦ πάθους αὐτόθεν παράκλησιν ἐκκαλούμενος, μήτ' ἀκριβὲς τὸ λευκὸν μήτε τὸ μέλαν ἀποσῴζων, ἀλλ' οἷον συγκεκραμένα κατ' ἴσον ἀμφότερα. Ὡς οὖν καὶ ἡ παρεστῶσα γερουσία συνέπαθεν, εὐθὺς ἐπηκολούθησεν ἡ συμπάθεια. Καὶ περισωθεὶς τοῦ κινδύνου παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν βασιλικῆς ἀξιώσεως ἔτυχε. ∆ιὸ καὶ ἀπολυθεὶς παρὰ πάντων ἠσπάζετο. Ἐξιὼν οὖν εἰς τὴν Καππαδοκῶν, ἐξ ἧς καὶ τὴν γέννησιν ἔσχηκε, πάλιν μεταπεμφθεὶς εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε, κἀν τοῖς γενεθλίοις τοῦ σωτῆρος Χριστοῦ μάγιστρος τιμᾶται καὶ στρατηλάτης προβέβληται