9
καὶ δύο φύσεις, οὐ μία τοῖς εἰδόσι κρίνειν τὰ τοιάδε λογίζονται· τίς γὰρ οὐκ οἶδεν, ὡς ἐν τῷ ἐξ οἴνου καὶ ὕδατος κράματι δύο φύσεις εἰσίν; Εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς ὑμεῖς καὶ τὴν διαφορὰν εἰδότες καὶ τὰς ἰδιότητας ὁμολογοῦντες τῶν φύσεων μίαν ταύτας καὶ οὐ δύο κηρύττετε καὶ οὐδὲ τὰ τῆς συγχύσεως ταῖς ἀσυγχύτοις δίδοτε; Ἀλλὰ δῆλον, ὡς τροπὴν καὶ ἀφανισμὸν καὶ συνουσίωσιν ὠδίνετε μέν, εἰς τοὐμφανὲς δὲ προσαγαγεῖν ἐν τροπῇ τῆς ἀσεβείας οὐ βούλεσθε. 45 Τὰ ἑνούμενα τῇ ἑνώσει γίνεται ἓν οὐ μετὰ τὴν ἕνωσιν, καὶ ὅσον μένει ἐν τῇ ἑνώσει καὶ ἡ ἕνωσις σῴζεται, ἕν εἰσι, καθὸ ἥνωνται. Πῶς οὖν ὑμεῖς ἐν μὲν τῇ ἑνώσει δύο φατέ, μετὰ δέ γε τὴν ἕνωσιν μίαν γεγενῆσθαι φύσιν αὐθαδιάζεσθε τοῦ μακαρίου Κυρίλλου τὸ μετὰ τὴν ἕνωσιν ἀντὶ τοῦ ἐν τῇ ἑνώσει ἐξειληφότος; Πότε γὰρ ἡ ἕνωσις γενομένη πέπαυται ἢ τί τὸ ταύτην παῦσαν, ὡς ἂν ἕτερον τὸ ταύτης ἀποτέλεσμα μετ' αὐτὴν καὶ οὐκ ἐν αὐτῇ παρὰ τὰ ἐξ ὧν ἐστιν ὑποπτεύηται; Οὐ γάρ ἐστιν ἡ ἕνωσις ὡς ἡ τῶν γενομένων καὶ μηκέτι ὄντων φύσις, οἷον ὁ χρόνος καὶ ἡ ὄρχησις καὶ τὰ τοιαῦτα. 46 Εἰ ἕτερόν τι μετὰ τὴν ἕνωσιν γέγονε παρὰ τὴν ἕνωσιν, σύγχυσις δηλαδὴ καὶ οὐχ ἕνωσις. 47 Εἰ ἡ σύγχυσις τὰς δύο φύσεις μίαν ποιεῖ, τὸ δ' αὐτὸ ποιεῖ παρ' ὑμῖν καὶ τὸ ἀσύγχυτον, τίς ἡ διαφορὰ παρ' ὑμῖν τοῦ ἀσυγχύτου καὶ τῆς συγχύσεως, εἴπατε. 48 Εἰ κατ' ἄλλο καὶ ἄλλο λέγεται ὁ Χριστὸς ὁρατὸς καὶ ἀόρατος, θνητὸς καὶ ἀθάνατος, ψηλαφητὸς καὶ ἀνέπαφος, καὶ οὐ κατ' ἄλλον καὶ ἄλλον· τὸ δὲ ἄλλο οὐσίαν σημαίνει. Τί μὴ δύο οὐσίας φατέ; 49 Τὸ ἄλλο οὐσίας ἐστὶ σημαντικὸν κατὰ τὴν λογικήν, ἄλλος δὲ ὑποστάσεως· εἰ οὖν ἄλλο καὶ ἄλλο λέγοντες τὸν Χριστὸν οὐκ ἀναγκασθήσεσθε δύο φύσεις λέγειν, εἴπατε καὶ ἄλλον καὶ ἄλλον· οὐ γὰρ σημανεῖτε δύο ὑποστάσεις. 50 Εἰ δέ φατε, ὡς ἡ δυὰς διαίρεσιν εἰσφέρει, μάθετε καλῶς διδασκόμενοι, ὡς τὸν ἀριθμὸν οὐ διαίρεσιν ὁ φιλόσοφος λόγος ὁρίζεται, ἀλλὰ σωρείαν μονάδων ἢ χύσιν μονάδων. Ὥστε μᾶλλον ἕνωσιν δηλοῖ ἢ διαίρεσιν. Ἡ μὲν γὰρ διαίρεσις τῆς μονάδος ἥμισύ ἐστι καὶ ἥμισυ, ἡ δὲ δυὰς πρόσθεσις μονάδος· μᾶλλον γὰρ τὸ τὰ δύο ἓν καὶ ἓν εἰπεῖν ἐστι διαιρέσεως, τὸ δὲ ἓν καὶ ἓν ὑφ' ἓν συλλαβεῖν καὶ δύο εἰπεῖν συναφείας τε καὶ ἑνώσεως. Ἢ συνάγει τοίνυν ὁ ἀριθμός, ἀλλ' οὐχὶ διαιρεῖ, ἐπεί, εἰ τομὴ τῆς μονάδος ἐστὶν ἡ δυάς, τὸ δὲ τεμνόμενον διχῇ τέμνεται, τομὴ καὶ οὐ πρόσθεσίς ἐστιν ὁ ἀριθμός, καὶ εἰ τοῦτο, ὥσπερ ἡ μονὰς τεμνομένη τὴν δυάδα ποιεῖ, τὸν αὐτὸν τρόπον ἔδει καὶ τὸν δύο τεμνόμενον τὴν τετράδα ποιεῖν. Καὶ πόθεν ἦλθεν ὁ τρία; Ἔδει γὰρ μόνους τοὺς ἀρτίους ἀριθμεῖσθαι ὑπεξαιρουμένων τῶν περιττῶν-ἢ μᾶλλον εἰπεῖν ἀληθές, ὡς ὁ ἀριθμὸς διττὸς λέγεται· ὁ μὲν γάρ ἐστι καθ' αὑτὸν ὡς αὐτὴ ἡ φύσις τοῦ ἀριθμοῦ, ὁ δὲ ἐν σχέσει καὶ πράγματι θεωρούμενος, ὥσπερ λευκὸν ἥ τε λευκότης καὶ τὸ λελευκασμένον. Αὕτη τοίνυν ἡ φύσις τοῦ ἀριθμοῦ οὔτε διαιρεῖ οὔτε συνάπτει, ἀλλ' ἀμφότερα δέχεται· οἷον ἡ δυάς, εἰ μὲν τὰς μονάδας, ἐξ ὧν συνίσταται, σκοπεῖς, εἰς ταῦτα διαιρεῖται-τὰ γὰρ δύο διαιρεῖται εἰς ἓν καὶ ἕν-, εἰ δὲ τούτων τὴν ὁμάδα θεωρεῖς, ἐκ τούτων μᾶλλον συνάπτεται· ἓν γὰρ καὶ ἓν δύο καὶ δύο καὶ δύο τέσσαρα. Καὶ πάλιν ὁ ἀριθμὸς οὐ διαίρεσίς ἐστιν, ἀλλὰ σημεῖον δηλωτικὸν τοῦ ποσοῦ τῶν ὑποκειμένων, εἴτε ἡνωμένων, εἴτε διῃρημένων ἄλλου λόγου καὶ οὐ τοῦ ἀριθμοῦ ταῦτα διαιροῦντος ἢ συνάπτοντος· δέκα γὰρ πήχεις λέγοντες τοῦδε τοῦ ξύλου τυχὸν συνεχοῦς ὄντος οὐ συνδιαιροῦμεν τῷ ἀριθμῷ καὶ τὴν ἐν τῷ δεκαπήχει ξύλῳ ἑνότητα· καὶ πάλιν δέκα φοίνικας λέγοντες ἐν διαιρέσει τούτους ἐπιστάμεθα· καὶ ἕνα μόδιον σίτου τυχὸν ἢ φοινίκων λέγοντες ἐν διαιρέσει τοὺς τῷ μοδίῳ ἐνεχομένους κόκκους οἴδαμεν. Καὶ εἰ μὲν ὁ ἀριθμὸς