1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

9

ἐκεῖθεν ἡμῖν μεταδέδοται, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «∆ιὰ τοῦτο κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς». Εἰ δὲ λέγομεν τὸν πατέρα ἀρχὴν εἶναι τοῦ υἱοῦ καὶ μείζονα, οὐ προτερεύειν αὐτὸν τοῦ υἱοῦ χρόνῳ ἢ φύσει ὑποφαίνομεν, «δι' αὐτοῦ γὰρ τοὺς αἰῶνας ἐποίησεν», οὐδὲ καθ' ἕτερόν τι, εἰ μὴ κατὰ τὸ αἴτιον, τουτέστιν ὅτι ὁ υἱὸς ἐκ τοῦ πατρὸς ἐγεννήθη καὶ οὐχ ὁ πατὴρ ἐκ τοῦ υἱοῦ καὶ ὅτι ὁ πατὴρ αἴτιός ἐστι τοῦ υἱοῦ φυσικῶς, ὥσπερ οὐκ ἐκ τοῦ φωτὸς τὸ πῦρ φαμεν προέρχεσθαι, ἀλλὰ τὸ φῶς μᾶλλον ἐκ τοῦ πυρός. Ὅτε οὖν ἀκούσωμεν ἀρχὴν καὶ μείζονα τοῦ υἱοῦ τὸν πατέρα, τῷ αἰτίῳ νοήσωμεν. Καὶ ὥσπερ οὐ λέγομεν ἑτέρας οὐσίας τὸ πῦρ καὶ ἑτέρας τὸ φῶς, οὕτως οὐχ οἷόν τε φάναι ἑτέρας οὐσίας τὸν πατέρα καὶ τὸν υἱὸν ἑτέρας, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς. Καὶ καθάπερ φαμὲν διὰ τοῦ ἐξ αὐτοῦ προερχομένου φωτὸς φαίνειν τὸ πῦρ καὶ οὐ τιθέμεθα ὄργανον ὑπουργικὸν εἶναι τοῦ πυρὸς τὸ ἐξ αὐτοῦ φῶς, δύναμιν δὲ μᾶλλον φυσικήν, οὕτω λέγομεν τὸν πατέρα πάντα, ὅσα ποιεῖ, διὰ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ ποιεῖν οὐχ ὡς δι' ὀργάνου λειτουργικοῦ, ἀλλὰ φυσικῆς καὶ ἐνυποστάτου δυνάμεως. Καὶ ὥσπερ λέγομεν τὸ πῦρ φωτίζειν καὶ πάλιν φαμὲν τὸ φῶς τοῦ πυρὸς φωτίζειν, οὕτω πάντα, ὅσα ποιεῖ ὁ πατήρ, ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ. Ἀλλὰ τὸ μὲν φῶς οὐκ ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ κέκτηται, ὁ δὲ υἱὸς τελεία ὑπόστασίς ἐστι τῆς πατρικῆς ἀχώριστος ὑποστάσεως, ὡς ἀνωτέρω παρεστήσαμεν. Ἀδύνατον γὰρ εὑρεθῆναι ἐν τῇ κτίσει εἰκόνα ἀπαραλλάκτως ἐν ἑαυτῇ τὸν τρόπον τῆς ἁγίας τριάδος παραδεικνύουσαν. Τὸ γὰρ κτιστὸν καὶ σύνθετον καὶ ῥευστὸν καὶ τρεπτὸν καὶ περιγραπτὸν καὶ σχῆμα ἔχον καὶ φθαρτόν, πῶς σαφῶς δηλώσει τὴν πάντων τούτων ἀπηλλαγμένην ὑπερούσιον θείαν οὐσίαν; Πᾶσα δὲ ἡ κτίσις δῆλον ὡς τοῖς πλείοσι τούτων ἐνέχεται καὶ πᾶσα κατὰ τὴν ἑαυτῆς φύσιν τῇ φθορᾷ ὑπόκειται. Ὁμοίως πιστεύομεν καὶ εἰς ἓν πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐν υἱῷ ἀναπαυόμενον, τὸ τῷ πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον ὡς ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ τοῦ θεοῦ πνεῦμα, τὸ εὐθές, τὸ ἡγεμονικόν, τὴν πηγὴν τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ, θεὸν σὺν πατρὶ καὶ υἱῷ ὑπάρχον καὶ προσαγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργόν, παντοκρατορικόν, παντουργόν, παντοδύναμον, ἀπειροδύναμον, δεσπόζον πάσης τῆς κτίσεως οὐ δεσποζόμενον, πληροῦν οὐ πληρούμενον, μετεχόμενον οὐ μετέχον, ἁγιάζον οὐχ ἁγιαζόμενον, παράκλητον ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον, κατὰ πάντα ὅμοιον τῷ πατρὶ καὶ τῷ υἱῷ, ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ δι' υἱοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως καὶ δι' ἑαυτοῦ κτίζον καὶ οὐσιοῦν τὰ σύμπαντα καὶ ἁγιάζον καὶ συνέχον, ἐνυπόστατον ἤτοι ἐν ἰδίᾳ ὑποστάσει ὑπάρχον, ἀχώριστον καὶ ἀνεκφοίτητον πατρὸς καὶ υἱοῦ καὶ πάντα ἔχον, ὅσα ἔχει ὁ πατὴρ καὶ ὁ υἱός, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. Ὁ μὲν γὰρ πατὴρ ἀναίτιος καὶ ἀγέννητος (οὐ γὰρ ἔκ τινος· οὐδὲ ἐξ αὐτοῦ τὸ εἶναι ἔχει οὐδέ τι τῶν ὅσα ἔχει), αὐτὸς δὲ μᾶλλόν ἐστιν ἀρχὴ καὶ αἰτία τοῦ εἶναι καὶ τοῦ πῶς εἶναι φυσικῶς τοῖς πᾶσιν. Ὁ δὲ υἱὸς ἐκ τοῦ πατρὸς γεννητῶς· τὸ δὲ πνεῦμα τὸ ἅγιον καὶ αὐτὸ μὲν ἐκ τοῦ πατρός, ἀλλ' οὐ γεννητῶς ἀλλ' ἐκπορευτῶς. Καὶ ὅτι μὲν ἔστι διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν· τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ υἱοῦ ἐκ τοῦ πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου πνεύματος ἐκπόρευσις. Πάντα οὖν, ὅσα ἔχει ὁ υἱός, καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἔχει καὶ αὐτὸ τὸ εἶναι. Καὶ εἰ μὴ ὁ πατήρ ἐστιν, οὐδὲ ὁ υἱός ἐστιν οὐδὲ τὸ πνεῦμα. Καὶ εἰ μὴ ὁ πατὴρ ἔχει τι, οὐδὲ ὁ υἱὸς ἔχει, οὐδὲ τὸ πνεῦμα. Καὶ διὰ τὸν πατέρα, τουτέστιν διὰ τὸ εἶναι τὸν πατέρα, ἔστιν ὁ υἱὸς καὶ τὸ πνεῦμα. Καὶ διὰ τὸν πατέρα ἔχει ὁ υἱὸς καὶ τὸ πνεῦμα πάντα, ἃ ἔχει, τουτέστι διὰ τὸ τὸν πατέρα ἔχειν αὐτά, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως· ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι διαφέρουσιν ἀλλήλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις οὐκ οὐσίᾳ, τῷ δὲ χαρακτηριστικῷ τῆς οἰκείας