ϛʹ. Νικηφόρος δὲ ὁ Φωκᾶς, ὁ τοῦ ῥηθέντος Λέοντος σύναιμος (δεῖ γὰρ ἀνακεφαλαιωσάμενοι τὸν λόγον καθ' εἱρμὸν πρόσω τῆς ἱστορίας χωρεῖν), ὡς τῇ τῶν Κρητῶν πελάσας ἐκεῖ διεχείμαζε, καὶ τόν τε στρατὸν τὰ πολεμικὰ διεγύμναζε, καὶ τὰς ἑλεπόλεις ἐτεκταίνετο, ἐπείπερ κατὰ νοῦν αὐτῷ πάντα προὐκεχωρήκει, ἄρτι τοῦ ἦρος ἐκ τῆς χειμερινῆς τροπῆς ἠρέμα προκύπτοντος, τὸν περὶ αὑτὸν καθοπλίσας στρατὸν καὶ εἰς βαθεῖαν παραταξάμενος φάλαγγα, τάς τε σάλπιγγας ἐπαυλήσας καὶ τὰ τύμπανα παταγήσας κατὰ τοῦ ἄστεος ἤλαυνεν. ἐν ᾧ δὲ ὁ στρατηγὸς τὴν ἴλην κατὰ μέτωπον ἐκρατύνετο, καὶ εἰς πλαίσιον τὰς δυνάμεις συνέταττε, γύναιον ἑταιρικὸν, ἀκκιζόμενόν τε καὶ θρυπτόμενον, ἰταμὸν ἐπιεικῶς τυγχάνον καὶ ἀναιδὲς, τῶν προμαχεώνων προκύπτον, γοητείας ἐποιεῖτό τινας καὶ ἐπῳδάς. λέγεται γὰρ κατόχους εἶναι Κρῆτας μαντείαις καὶ βωμολοχίαις καὶ πλάναις, πρὸς τῶν Μανιχαίων καὶ τοῦ Μωάμεθ παρειληφότας ἀνέ 25 καθεν. οὐ ταύτῃ δὲ μόνον τὸ ἰταμὸν ἐκεῖνο γύναιον τὸ ἀναιδὲς καὶ ἀκόλαστον ἐπεδείκνυτο· ἀλλὰ καὶ, τὸν χιτωνίσκον παρὰ τὸ μέτριον ἀνασεσυρκὸς καὶ ἀπογυμνοῦν τὰ μέρη τοῦ σώματος, ἐς τὸν στρατηγὸν ἐπέσκωπτεν ἐπαρώμενον. καὶ δή τις τῶν εὐστόχων τοξοτῶν, τὴν νευρὰν ἐντεινάμενος, βάλλει τὸ ἀκόλαστον γύναιον, καὶ χαμαιῤῥιφὲς τῶν πύργων κατήνεγκε, διαῤῥαγὲν αὐτίκα, καὶ τὸ ψυχίδιον ἀποφυσῆσαν, καὶ τίσιν τῆς ὕβρεως τὸν οἰκτρὸν ἐπισπασάμενον ὄλεθρον. ἄρτι δὲ τῆς μάχης καρτερᾶς ἀναῤῥιπισθείσης, χρόνον μέν τινα ἀντεῖχον οἱ Κρῆτες, ἐκ τῶν τειχῶν ἐκθύμως ἀγωνιζόμενοι, καὶ πολλοὺς τῶν Ῥωμαίων τιτρώσκοντες. ζʹ. Ὁ δὲ στρατηγὸς, τοῦτο καταμαθὼν, τὰς ἀφετηρίους θᾶττον παρήγαγε μηχανὰς, καὶ βάλλειν τοὺς βαρβάρους ἐκέλευε. καὶ πρὸς τούτοις τοῖς τείχεσι προσεπέλασε τὴν ἑλέπολιν· κριὸν Ῥωμαῖοι τὸ τεχνούργημα ὀνομάζουσι, τῷ δίκην κριοῦ προτομῆς τὸν σίδηρον ἀπεικάζεσθαι, ὃς ἐνηρμοσμένος ὢν τῇ δοκῷ παίει τὸν δόμον τοῦ ἄστεος. τῶν δὲ πετροβόλων βάρη θαμινὰ τῶν λίθων ἐπαφιέντων, εὐπετῶς οἱ βάρβαροι ἀνεστέλλοντο· καὶ τοῦ κριοῦ τοῖς τείχεσιν ἐγχριμφθέντος καὶ κραταιῶς ταῦτα τύπτοντος, ἄνδρες ὑποδύντες τὴν ταφρείαν συχνοὶ, λιθοτόμα ὄργανα φέροντες, καὶ ἀνορύττειν ἐκεῖθεν ἀρξάμενοι, ἐξεκόλαπτον ἠρέμα, καὶ τὴν λίθον διέκοπτον, ἵνα τοῦ τείχους ἡ βάσις ἠρήρειστο. παρὰ τυχὸν δὲ ψαμμῶδες ταύτῃ τὸ μέρος ἡ λίθος λαχοῦσα ὑπεῖκέ τε καὶ ἐνεδίδου ὡς μάλιστα. ὁ δὲ κριὸς τύπτων οὐκ ἀνίη τὸ ἔρυμα, καὶ κατὰ μικρὸν διασπῶν τὴν οἰκοδομίαν, ἐς τὸ ἀκριβὲς 26 συμπεπιλημένην οὖσαν καὶ δυσαπόσπαστον. ἐπεὶ δὲ τὰ γεῖσα, ᾗπερ διώρυττον οἱ ἐπὶ τοῦτο ταχθέντες, ἐκκρεμῆ καὶ ὑπόκενα, ὡς τὸ εἰκὸς, ἐξειργάσαντο, ὀρθοστάδην ξύλοις ὑπήρειδον, ὕλην τε ταχυδᾳῆ καὶ αὖον συννήσαντες καὶ πῦρ ἐνιέντες, τῆς διώρυχος ὑπεξῄεσαν. τῆς δὲ φλογὸς ἀναφθείσης καὶ τῶν στηριγμάτων ἀνθρακωθέντων, δύο πύργοι ὁμοῦ τῷ διαμέσῳ τούτων δομήματι τοῦ τείχους ἐξαπιναίως ἀποῤῥαγέντες, ὑφίζανόν τε, καὶ ὑπωλίσθαινον, καὶ πρὸς τοὔδαφος κατεφέροντο. οἱ δὲ Κρῆτες, τῷ καινῷ τοῦ ὁράματος θαμβηθέντες, ἐπ' ὀλίγον χρόνον τὴν μάχην ἐξέκλιναν, τῷ τεραστίῳ καταπλαγέντες τοῦ πράγματος. εἶτ' αὖθις τὸν τῆς αἰχμαλωσίας καὶ δουλείας ὑπολογισάμενοι κίνδυνον, εἰς ἀῤῥαγῆ παράταξιν συνηθροίζοντο, καὶ διὰ τῶν κατεριπωθέντων τειχῶν τὴν Ῥωμαϊκὴν διαβαίνουσαν φάλαγγα ἐῤῥωμενέστατα ὑπεδέχοντο, δαιμονίως τε διηγωνίζοντο, περὶ ψυχὴν κινδυνεύοντες. ἄρτι δὲ πολλῶν ἀναιρεθέντων, ἐπεὶ πρὸς τοσαύτην ἀνανταγώνιστον ῥοπὴν οὐχ οἷοί τε ἦσαν ἀντικαθίστασθαι (ἐπέβρισαν γὰρ αἱ δυνάμεις κατόπιν, καὶ ὠθισμὸς ἀνυπόστατος ἦν), εἰς φυγὴν τρέπονται, χωροῦντες διὰ τῶν στενωπῶν· Ῥωμαῖοι δὲ ἐφεπόμενοι τούτους ἀνῄρουν ἀνηλεῶς. οἱ δὲ περιλειφθέντες καὶ ὅσους οὐκ ἔφθη ἐκθερίζειν ὁ πόλεμος, τὰ ὅπλα ῥίψαντες εἰς ἱκετείαν ἐτράποντο. ὅπερ ὁ