Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
χειροτονίας τῶν διακόνων ἐγώ τε καὶ ὁ θεοφιλὴς Βαρωχᾶς, ἐγὼ μὲν πολὺ ἀνάξιος τυγχάνων, ἐκεῖνος δὲ ἀξίως καὶ δικαίως τοῦτο τὸ δῶρον λαβών.
26 Ὁρῶν δὲ ὁ ἐν ἁγίοις Πορφύριος τὰ ἀθέμιτα καθ' ἑκάστην γινόμενα ὑπὸ τῶν εἰδωλολατρῶν, βουλεύεται ἀποστεῖλαί με εἰς τὸ Βυζάντιον αἰτῆσαι τοὺς βασιλεῖς περιαιρεθῆναι τοὺς ναοὺς τῶν εἰδώλων· ἔτι γὰρ ἐχρημάτιζον ἐν Γάζῃ, μάλιστα τὸ καλούμενον Μαρνεῖον. Καὶ ποιήσας γράμματα πρὸς τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἐπίσκοπον Ἰωάννην, τὸν τηνικαῦτα ἐπίσκοπον Κωνσταντινουπόλεως, οὗ κλέος καὶ ἔπαινος παρὰ πάντων μνημονεύεται, ἐπλώϊσέν με καὶ δι' ἡμερῶν ˉκ ἐφθάσαμεν, καὶ ἀποδοὺς τὰς ἐπιστολὰς τῷ μακαρίῳ Ἰωάννῃ, ἐδίδαξα αὐτὸν ἐκ στόματος πάντα. Εὐθέως δὲ ἀκούσας ἐμήνυσεν πρὸς Εὐτρόπιον τὸν κουβικουλάριον τὰ μεγάλα τότε ἰσχύοντα παρὰ τῷ βασιλεῖ Ἀρκαδίῳ, καὶ ἐπαναγνοὺς αὐτῷ τὰς ἐπιστολὰς τοῦ μακαρίου ἐπισκόπου καὶ αἰτήσας αὐτὸν συνδραμεῖν τῷ γράμματι, λαβὼν συνταγὰς παρ' αὐτοῦ ἐξῆλθεν καὶ λέγει μοι· Σχόλασόν μοι, τέκνον· ἐλπίζω γὰρ εἰς τὸν δεσπότην Χριστὸν ὅτι συνήθως ἔχει τὸ ἔλεος αὐτοῦ ποιῆσαι. Ἐγὼ δὲ οὐκ ἐπαυόμην καθ' ἑκάστην αὐτὸν ὑπομιμνῄσκων, κἀκεῖνος ἔπεμπεν καὶ ἠνόχλει Εὐτροπίῳ. Μετὰ δὲ ἡμέρας ἑπτὰ ἐκφωνεῖται θεῖον γράμμα ὥστε κλεισθῆναι τὰ εἰδωλεῖα τῆς Γαζαίων πόλεως καὶ μηκέτι χρηματίζειν, καὶ ἐγχειρίζεται ταύτην τὴν πρόσταξιν Ἱλάριός τις σουβαδιουβᾶ τοῦ μαγίστρου ἄνθρωπος].
27 Ἐγὼ δὲ μεθ' ἡμέρας τρεῖς ἐξεπόρισα ἐκ τοῦ Βυζαντίου καὶ φθάνω δι' ἡμερῶν δέκα τὴν Γαζαίων πόλιν, προλαβὼν τὸν Ἱλάριον ἡμέρας ἑπτά. Εὗρον δὲ τὸν ὁσιώτατον Πορφύριον ἀρρωστοῦντα. Ὡς δὲ ἐπέδωκα αὐτῷ τὰ ἀντίγραφα τοῦ μακαριωτάτου Ἰωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως καὶ ἀνέγνω αὐτά, περιχαρὴς γενόμενος ἐρρώσθη ἀφεθεὶς τοῦ πυρετοῦ· ἔλεγεν δὲ ἐκ τῆς πολλῆς θλίψεως τῶν εἰδωλολατρῶν αὐτὸν ἐσχηκέναι τὴν ἀρρωστίαν. Μετὰ δὲ ἑπτὰ ἡμέρας καταλαμβάνει ὁ εἰρημένος Ἱλάριος, ἔχων δύο κομενταρησίους τῆς ὑπατικῆς καὶ βοηθοὺς πολλοὺς ἔκ τε Ἀζώτου καὶ Ἀσκάλωνος καὶ πᾶσαν δημοσίαν ὄψιν. Εὐθέως δὲ συνέσχεν τοὺς τρεῖς πρωτεύοντας καὶ λαβὼν παρ' αὐτῶν ἱκανοδοσίας, ἐνεφάνισεν αὐτοῖς τὸ θεῖον γράμμα τὸ παρακελευόμενον κλεισθῆναι τὰ εἰδωλεῖα Γάζης τῆς πόλεως κινδύνῳ τῆς κεφαλῆς τῶν πρώτων τῆς αὐτῆς πόλεως, καὶ καταστρέψας πάντα τὰ ἐν αὐτοῖς εἴδωλα, ἔκλεισεν αὐτά· τὸ δὲ ἱερὸν τοῦ Μαρνᾶ εἴασεν λεληθότως χρηματίζειν, λαβὼν ὑπὲρ τούτου πάμπολλα χρήματα. Πάλιν δὲ ἐποίουν οἱ τῆς εἰδωλομανίας τὰ ἀθέμιτα ὑπὸ τῆς συνηθείας.
28 Συμβαίνει δὲ ἄλλο θαυμαστὸν γενέσθαι προσκαλούμενον πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὁ θεὸς γὰρ ὡς εὔσπλαγχνος διὰ προφάσεων ἐπιστρέφει τὸ γένος τῶν ἀνθρώπων εἰς τὸ νοητὸν αὐτοῦ φῶς. Τὸ δὲ συμβὰν πρᾶγμα ἐν τούτοις ἦν. Γυνή τις τῶν ἐμφανῶν τῆς πόλεως ὀνόματι Αἰλιὰς μέλλουσα τίκτειν κινδύνῳ μεγάλῳ περιέπεσεν· ἡ δὲ αἰτία τοῦ κινδύνου αὕτη ὑπῆρχεν. Τὸ βρέφος αὐτῆς οὐκέτι κατὰ φύσιν ἐξῄει, ἀλλ' ἐξετράπη εἰς τὸ παρὰ φύσιν, καὶ χαλάσαν τὴν μίαν χεῖρα οὐκ ἡδύνατο τὸ ὑπόλοιπον σῶμα κατενεχθῆναι· ἦν γὰρ πλάγιον ἐν τῇ γαστρὶ καὶ οὐκ ἴσχυον αἱ μαῖαι εἰς τὸ κατὰ φύσιν αὐτὸ μεταγαγεῖν. Ἦν δὲ ἡ ὀδύνη ἄφατος προσγινομένη τῇ γυναικί, τῶν κατὰ ὥραν ὀδυνῶν τὸ βρέφος ὠθουσῶν, πλέον δὲ ἡ ἐπίδοσις τῶν πόνων ἐγίνετο τῆς δευτέρας ἡμέρας διαδεξαμένης τὴν πρώτην, ὁμοίως δὲ καὶ τῆς τρίτης ὀδυνηροτέρας οὔσης τῆς δευτέρας· ἐπετάθησαν δὲ οἱ πόνοι ἕως ἡμερῶν ἑπτά, τοῦ κακοῦ προσθήκην ἀεὶ λαμβάνοντος. Ἀλλὰ καὶ οἱ ἰατροὶ ἠβουλήθησαν αὐτὴν ἐμβρυοτομῆσαι, καὶ θεασάμενοι τὰς δυνάμεις αὐτῆς διαπεσούσας, ἀπηγόρευσαν αὐτῆς. Οἱ ταύτης οὖν γονεῖς καὶ ὁ ἀνὴρ ὡς ὄντες δεισιδαίμονες ἐποίουν καθ' ἑκάστην θυσίαν ὑπὲρ αὐτῆς, ἔφερον δὲ καὶ ἐπαοιδοὺς καὶ μάντεις, νομίζοντες ἐκ τούτων αὐτὴν ὠφελῆσαι, καὶ οὐδὲν ἤνυον.