πρὸς τοὺς ναοὺς καὶ τὰ ἱερὰ προσφευγόντων καὶ τὴν τῶν ἄνω συμμαχίαν ἐκκαλουμένων, τῶν δὲ σὺν ὀδυρμοῖς προσιόντων οἴκοις συγγενικοῖς, τῶν δὲ πρὸς ἀλκὴν παρεγγυωμένων τραπέσθαι, τὰ τῆς ἁλώσεως ἐνθυμουμένων δεινά. οὐδὲ γυναῖκες ταύτης τῆς συνδρομῆς ὑπῆρχον ἀμέτοχοι. καὶ εἰ μή τις λογισμὸς ὑπερήφανος τοῦ νενικηκότος περιεγένετο, ἢ φιλάνθρωπος ἔννοια, ὡς λόγος μᾶλλον αἱρεῖ, ἵνα μὴ τῇ τῆς εἰσόδου συγχύσει κακῶς ἄγαν διατεθῇ τὸ ὁμόφυλον, ἢ καὶ παλαιὸς λόγος, ὃν καὶ αὐτῷ ἐπειπεῖν τινὰ λέγεται, τὸ "νίκα καὶ μὴ ὑπερνίκα," τῆς τῶν πυλῶν ἐπικρατείας αὐτὸν διεκώλυσεν, εὐμαρῶς ἂν ἐπέτυχε τῆς ἐπιβολῆς καὶ μεῖζον ἢ κατὰ τοὺς λοιποὺς ἀποστάτας ἤρατο κλέος, πολέμῳ τὴν τῶν πόλεων μητρόπολιν ἑνὶ καὶ συντόμῳ παραστησάμενος. νῦν δὲ καταφρονήσας τοῦ πρόσω, σὺν τῇ νίκῃ καὶ τῆς οἰκείας δυναστείας καὶ σωτηρίας ἐξέπεσεν. οὕτως ἐν πολλοῖς τῶν ἀνδραγαθημάτων πολλάκις ἡ ἀνοχὴ τὸ 27 μεῖζον κατεστρέψατο κλέος, ἀδυνατούσης πάντως τῆς ἀνθρωπίνης φύσεως τὸ μέλλον ὡς δέον συμβαλεῖν καὶ στοχάσασθαι. Καὶ ὁ μὲν τῷ τοιούτῳ προτερήματι κορεσθεὶς λαμπρῶς εἰς τὴν οἰκείαν παρεμβολὴν ἐπανέζευξε, φιλανθρώποις συναντήσεσι καὶ προσηγορίαις εὐφημοτάταις καὶ παιανισμοῖς παρὰ τῶν ἀμφ' αὐτὸν ἀπαντώμενος· ὁ δὲ βασιλεὺς ἐπείπερ ἀδείας ἐδράξατο, καὶ ὅπερ ἐδεδίει, τὴν ἐξ ἐφόδου δηλονότι τῆς πόλεως ἅλωσιν, ἡ θεία ἀντίληψις διεσκέδασεν, οὐκ ἠμέλησε δι' ὅλης ἐκείνης τῆς ἡμέρας καὶ τῆς νυκτὸς τῆς ἐπὶ ταύτῃ ἐπισυναθροίζων τοὺς συμφυγόντας τῶν πολιτῶν καὶ τειχήρεις ἐσαῦθις ποιούμενος, τάς τε πύλας κατοχυρῶν, καὶ παντοίοις ὅπλοις καὶ μηχαναῖς καὶ πετροβόλοις ὀργάνοις τὰς ἐπάλξεις περιζωννύων. τῇ δ' ἐπιούσῃ τὰς δυνάμεις ἀνειληφὼς ὁ τῶν ἑσπερίων ὑπαίθρων κρατῶν ἐπιφαίνεται τοῖς τῆς πόλεως, εὔελπις ὢν ὡς τῇ προτεραίᾳ καταπλήξας τοὺς ἐναντίους σὺν εὐλαβείᾳ καὶ φόβῳ παρὰ τούτων ὑποδεχθήσεται, τὰς πύλας αὐτῷ ἀναπεταννύντων καὶ τῆς πρὸς τὰ βασίλεια φερούσης βασιλικῆς προηγουμένων. ὡς δὲ τοὐναντίον ἢ κατὰ λογισμὸν εἶχε συνηνέχθη τούτῳ τὰ πράγματα, καὶ τὸ μὲν τεῖχος μείζονι παρασκευῇ περιειλημμένον εἰς τὴν ἐπιοῦσαν κατεῖδεν, τούς τε ἐπ' αὐτῷ καθημένους πολεμησείοντας καὶ τὴν ἄνοιξιν τῶν πυλῶν προτρεπόμενον διαπαίζοντας τοῦτον καὶ καθυβρίζοντας, πολλὰ τῆς δυσβουλίας ἑαυτῷ κα 28 τεμέμψατο, ὅτι τοῦ καιροῦ διδόντος τὸ πρότερον μαλακώτερον αὐτὸς τὴν φιλοτιμίαν ἐδέξατο. καὶ τότε λοιπὸν εἰς ἔργον ὁ λόγος ἐκβέβηκεν, ὅτι τῷ Ἐπιμηθεῖ τὸ μὲν μέλειν οὐκ ἦν, τὸ δὲ μεταμέλειν ἐνῆν. πολλοὺς δ' ἐμπεριπατήσας διαύλους πρὸ τῶν τειχῶν, εἶτα τοὺς ἑαλωκότας προαγαγὼν καὶ διαχειρίσασθαι τούτους ἐπαπειλούμενος εἰ μὴ τὴν εἴσοδον αὐτῷ οἱ ἐντὸς ἐπιτρέψαιεν, ὡς ἔγνω μάτην τὸ τοῦ λόγου θυροκοπῶν καὶ πρὸς Κρῆτας κρητίζων, ὀπισθόρμητος γέγονε. Καί τινας ἡμέρας ἐν Θερμοπόλει ἐπιστρατευσάμενος ἑτέρας, ἀρξαμένου τοῦ πλήθους αὐτοῦ ὑπορρεῖν καὶ τῷ βασιλεῖ προσιέναι, ἄρας ἐκεῖθεν νυκτὸς πρὸς ἑσπέραν ἐβάδιζε, καὶ κατὰ τῆς Ῥαιδεστοῦ (πόλις δὲ αὕτη παράλιος, τῆς Προικοννήσου ἀπέναντι) πανστρατιᾷ ἐξωρμήσατο (μόνη γὰρ αὕτη τῶν Μακεδονικῶν οὐ συναπήχθη τούτῳ καὶ συνεφρόνησε), σπεύδων κατὰ κράτος ἑλεῖν τὴν πόλιν καὶ δι' αὐτῆς καταπλῆξαι τοὺς ἀντιβαίνοντας. προσραγεὶς δὲ τοῖς τείχεσι καὶ μηχανὰς ἐπιστήσας αὐτοῖς, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζομένων ἄπρακτος ἀπηλλάγη, μηδὲν κατωρθωκὼς ὧνπερ διενοήσατο. ἐξ ἐκείνου τοίνυν τὴν παρεμβολὴν ἐν τοῖς μεσογείοις προθέμενος ἐκαραδόκει τὸ μέλλον. ἤρξαντο δὲ καὶ ἀπὸ τῶν τῆς ἑώας πολλοὶ πρὸς τὴν βασιλεύουσαν ἐπιρρεῖν, πανταχῇ γραμμάτων ἐπιφοιτησάντων βασιλικῶν· καὶ προϊόντες τινὲς ἀποσπάδες ἐξήπτοντο τῶν πεμπομένων πρὸς τῆς παρεμβολῆς, 29 καὶ τὰς ἀγορὰς περιέκοπτον, καὶ ὡς ἐν ἀκροβολισμῷ τὰ τῆς μάχης ἐγίνετο. μικρὸν δὲ ὕστερον τῶν ἀπὸ