σῶμα ἔκ τινος τῶν ὁρώντων, ὡς ἀποτείνεσθαι αὐτὸ μέχρι τῶν ἄστρων δύνασθαι. βέλτιον δέ, φησίν, ἦν τοῦ λέγειν τῷ ἐκπεμφθέντι ἐκ τῆς ὄψεως φωτὶ ἐκτὸς γενομένῳ τὸ ἐκτὸς φῶς συμφύεσθαι τὸ λέγειν τὸ ἐκτὸς φῶς τῷ ἐντὸς πρὸ τοῦ 16 ἐκπεμφθῆναι συμφύεσθαι πρὸς τῇ κόρῃ, ὅτι οὐδὲν ἐδεῖτο τῆς ἀπὸ τῆς ὄψεως τοῦ φωτὸς ἀπορροίας, εἰ μὴ ἔμελλεν αὐτὴ περιλήψεσθαι τὸ ὁρατόν. Τίθεται οὖν ὁ Ἀριστοτέλης τὴν μὲν ὄψιν ὕδατος εἶναι, τὴν δὲ ἀκοὴν ἀέρος, τὴν δὲ ὄσφρησιν πυρός. τὴν γὰρ κατ' ἐνέργειαν ὄσφρησιν ταὐτὸν τίθεται τῷ ὀσφραντῷ. τὸ ὀσφραντὸν καὶ ἡ ὀσμή, ἧς ἡ ὄσφρησις ἀντιλαμβάνεται, ξηρὰ καὶ καπνώδης ἐστὶν ἀναθυμίασις, ἡ δὲ τοιαύτη ἀναθυμίασις πυρώδης καὶ ἐκ πυρός, ὥστε εἶναι τῶν τεττάρων σωμάτων γῆς μὲν τὰς δύο, ἁφήν τε καὶ γεῦσιν (ἡ γὰρ γεῦσις ἁφῆς τι εἶδος), ὕδατος δὲ τὴν ὄψιν, ἀέρος δὲ τὴν ἀκοήν, πυρὸς δὲ τὴν ὄσφρησιν. Μίαν δὲ καὶ τῷ ἀριθμῷ τὴν αἰσθητικὴν ψυχὴν λέγει, καὶ ταύτην ἐν τῇ καρδίᾳ οἰκίζει, ἀφ' ἧς ἐπὶ τὸν ἐγκέφαλον ἡ τῆς αἰσθήσεως γίνεται διάδοσις. πόροι γὰρ ἐντεῦθεν ἐπὶ τὸν ἐγκέφαλον διατείνουσι τρεῖς, εἶτα ἀπὸ τοῦ ἐγκεφάλου ὁ μὲν αὐτῶν ἐπὶ τὴν ὄψιν, ὁ δὲ ἐπὶ τὴν ἀκοήν, ὁ δὲ ἐπὶ τὴν ὄσφρησιν καθήκουσιν. οἱ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως ἐπ' εὐθείας ἀπὸ τῆς καρδίας τέτανται, ἀλλ' οὐ διὰ τῆς ἐπὶ τὸν ἐγκέφαλον ὁδοῦ. Τὸ δὲ φῶς ἐντελέχειά ἐστι τοῦ διαφανοῦς ᾗ διαφανές, καὶ ὥσπερ χρῶμα {τῶν}, οὐχ ἁπλῶς, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι μὴ παθητικῶς ἀναδέχεται τὸ διαφανὲς τὸ φῶς, ἀλλὰ κατὰ σχέσιν τὴν πρὸς αὐτό. τὸ δὲ χρῶμα οὐ τὸ τοῦ σώματος, φησί, πέρας ἐστίν, ἀλλ' ἐν τῷ τοῦ σώματος πέρατι, πέρας ὂν οὐχ ὡς σώματος, ἀλλὰ τοῦ διαφανοῦς καθ' ὃ διαφανές. ∆όξα δὲ Ἀριστοτέλους περὶ τῆς αἰσθήσεως παρὰ τὰς τῶν ἄλλων αὕτη ἐστί· πάσχουσα γάρ, φησίν, ἡ ὄψις ὑπὸ τῶν ὁρατῶν αἰσθάνεται, ὥσπερ καὶ ἑκάστη τῶν ἄλλων αἰσθήσεων, ἀλλ' οὐχὶ ποιοῦσα καὶ ἐκπέμπουσα, πάσχουσα δὲ οὐ τῷ δέχεσθαι ἀπορρέοντά τινα ἀπὸ τῶν αἰσθητῶν, ἀλλὰ τῷ τὸ μεταξὺ τῆς τε ὄψεως καὶ τοῦ ὁρωμένου διαφανές, ὅταν κατ' ἐνέργειαν ᾖ τοιοῦτον (τοιοῦτον δέ ἐστι τὸ πεφωτισμένον), κινεῖσθαι ὑπὸ τῶν ὁρατῶν, τουτέστι τῶν χρωμάτων (κινητικὸν γὰρ τὸ χρῶμα τοῦ κατ' ἐνέργειαν διαφανοῦς). κινούμενον γὰρ καὶ διατιθέμενον τὸ κατ' ἐνέργειαν διαφανὲς ὑπὸ τῶν ὁρατῶν τὸ εἶδος αὐτοῦ διαδίδωσι τῇ κόρῃ, οὔσῃ καὶ αὐτῇ διαφανεῖ. καὶ οὕτως διὰ ταύτης δεχομένης διὰ τοῦ διαφανοῦς τὸ μεταξὺ εἶδος τοῦ ὁρωμένου καὶ μέχρι τοῦ πρώτου αἰσθητικοῦ διαδιδούσης αὐτὸ 17 τῷ τὸν μεταξὺ πόρον τοιούτου σώματος εἶναι πλήρη τὸ ὁρᾶν γίνεσθαι· οὐ γὰρ ταῖς ἀπορροίαις, [ὡς ᾤοντο οἱ] πρὸ αὐτοῦ (ἁφὴ γὰρ οὕτω καὶ ἡ ὄψις ἔσται), ἀλλὰ τῇ τοῦ μεταξὺ τῆς ὄψεως καὶ {τῆς} τοῦ ὁρωμένου διαφανοῦς κινήσει ὑπὸ τῶν ὁρατῶν. χυμὸν δὲ ὁρίζεται ὁ φιλόσοφος τὸ ὑπὸ τοῦ ἐν τῇ γῇ ξηροῦ γινόμενον πάθος ἐν τῷ ὑγρῷ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν. Ἠρώτησας δὲ καὶ τί ἐστι τὸ μόριον τῆς πολιτικῆς. ἔστιν οὖν ἡ περὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν ἐπιμέλεια, καλεῖται δὲ ἠθική. μόριον δὲ ἕκαστος μὲν τῶν πολιτῶν τῆς πόλεως, ἡ δὲ ἠθικὴ τῆς πολιτικῆς. καὶ ἔνθα μὲν ἔστι τινὰ τέλη παρὰ τὰς πράξεις, οἷον ἐν ταῖς ποιητικαῖς, ἐν ταύταις βελτίω τὰ ἔργα τῶν ἐνεργειῶν, τουτέστι τὰ ποιήματα, ἔνθα δὲ αὐταὶ αἱ ἐνέργειαι, οὐδὲν τῶν ἐνεργειῶν τιμιώτερον. ἐν ἁπάσαις δὲ ταῖς δυνάμεσι τὰ τῶν ἀρχιτεκτονικῶν τεχνῶν τέλη αἱρετώτερα τῶν ὑφ' ἑαυτά. ἀρχιτεκτονικαὶ δὲ λέγονται αἱ ἄρχουσαι καὶ κρατοῦσαι τῶν ὑφ' αὑτάς, ὥσπερ ἡ ἀρχιτεκτονικὴ τῆς πηδαλιουργικῆς. ∆ιάφοροι δόξαι Ἑλληνικαὶ περὶ ψυχῆσ Τολμῶσιν ἔνιοι τῶν Ἑλλήνων καὶ περὶ τῶν ἡμετέρων ἀπορρήτων σαφῶς διαλέγεσθαι. ὁ γοῦν φιλόσοφος Πρόκλος τὴν ἐντεῦθεν ἀπαλλαγὴν τῆς ψυχῆς ὡς ἔχει φύσεως παριστῶν «φερομένη» φησί «περὶ τὴν ψυχὴν ἀγγέλων μερὶς καὶ περιλάμπουσα αὐτὴν πανταχόθεν καὶ πλήρη ποιοῦσα τοῦ ἀχράντου πυρός, ὃ ἐνδίδωσιν αὐτῇ τάξιν ἄκλιτον καὶ δύναμιν,