διέγνωκεν; εἰ δὲ καὶ μὴ τὸ τῆς συνόδου μέρος τῇ συγκλήτῳ βουλῇ συντετέλεκε μηδὲ τοῖς ἐκκρίτοις τῶν Ναζιραίων- καὶ γὰρ οὐδ' ἡ μερὶς αὕτη τῆς κοινῆς ἀκροάσεως καὶ κρίσεως ἀπολέλειπτο-ἀλλ' οὗτοί γε διέσεισάν τε τοῖς Χιώταις τοὺς σαθροὺς θεμελίους τῶν λόγων καὶ πᾶν ἀσεβείας καταλελύκασιν ὕψωμα, ἄνδρες τούς τε γνησίους ἡμῶν λόγους ἀνεγνωκότες καὶ τὰ τῆς ἀληθείας ἠκριβωκότες δόγματα καὶ πολλοῖς περὶ τούτων βιβλίοις προσομιλήσαντες, τά τε παρέγγραπτα καὶ νόθα ὥσπερ οἱ Ἀσκληπιάδαι τὰ δηλητήρια καὶ οἱ φιλόσοφοι τὰς σοφιστείας ὁμοῦ τε γνόντες, ὥστε μὴ ἀπατᾶσθαι καὶ τῶν εὐγενῶν καὶ οἰκείων ἀποδιελόμενοι λόγων. ὑμεῖς δέ μοι καὶ διασπᾶν δοκεῖτε τὸ μέγα σῶμα τῆς ἐκκλησίας, ὅπερ ὁ κύριος τὸ μεσότοιχον ἀφελόμενος συνεβίβασε καὶ συνήρμοσεν. εἰ γὰρ καὶ τἆλλα οἱ τῆς συγκλήτου διῄρηνται πρὸς τὴν σύνοδον, ἀλλ' οὐχὶ καὶ τῷ λόγῳ τῆς εὐσεβείας, οὐδὲ νόμος, ἃ μὲν οὗτοι γνοῖεν ἀθετεῖν ἐκείνους, ὧν δὲ ἐκεῖνοι καταψηφίσαιεν, τούτους δοξάζειν τε ταῦτα καὶ προϊστᾶν τῶν λόγων. Ἐρήσομαι δὲ ὑμᾶς βραχύ τι ἐρώτημα. ἆρ' οὖν, εἴ τις ὑμῖν ὑποληφθείη μὴ καλῶς δοξάζων περὶ θεοῦ, ἀπὸ σχημάτων φημί τινων καὶ ἐθῶν, μὴ μέντοι γε δοίη λόγους ἐν συνεδρίῳ μηδ' ἐλεγχθείη πρεσβεύων παρὰ τὸν λόγον μηδὲ καθαιρεθείη συνοδικῶς, ἀδεῶς τούτῳ συνομιλήσετε ἢ τὴν ψυχὴν ὑποθήσεσθε ἢ μαθητιᾶν αὐτῷ ἕλοισθε; οὔκουν ἄτοπον εἰ, ἅπερ ὑμεῖς ἀκριβοῦν ἐθέλοιτε, ταῦτα τῷ πατριάρχῃ κατ' ἐξουσίαν παραχωρήσετε; πῶς δέ, ἃ ἐκείνῳ διδοίητε ὡς ἔννομα καὶ εὐσεβῆ, παρεγράψασθε τότε καὶ διεσύρατε; πῶς καὶ τίνα τρόπον; μήτε συνομιλοῦντες τοῖς Χιώταις μετὰ τὸν κοινὸν κατ' αὐτῶν ἔλεγχον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἀβουλήτως αὐτοῖς ἐντυγχάνοντες μήτε ταῖς οἰκίαις παραδεχόμενοι, ἀλλὰ καὶ τὸν ἀρχιερέα καταμεμφόμενοι, ὅτι μετὰ τηλικαύτην κρίσιν καὶ γνῶσιν οὐδ' οὕτως ἀπωθεῖν ἐκείνους ἔγνω καὶ ἀποστρέφεσθαι. διὰ τί δὲ μὴ καὶ σύνοδον τηνικαῦτα κατ' αὐτῶν συγκεκρότηκεν οὕτω διαβληθέντος αὐτοῖς τοῦ λόγου καὶ τῶν δογμάτων διασεισθέντων; ἔστω γὰρ ὅτι μὴ καθῄρηκε τούτους ἐννόμως ἡ σύγκλητος. ἀλλὰ πῶς ἀφῆκε τὸ ἐλλελειμμένον ἡ σύνοδος; εἰ μὲν γὰρ αὐτοτελῆ τὴν συγκλητικὴν κρίσιν ὁ μέγας δεσπότης ἡγήσατο, πῶς αὖθις συνῆλθε τούτοις καὶ συνωμίλησεν καὶ τοῖς μεγάλοις συνηριθμεῖτο πατράσι καὶ τὸν ἑαυτοῦ ἀμφορέα ἐκ τῆς ὠκεανίτιδος ἐκείνων ἐπλήρου πηγῆς; εἰ δ' οὐ συνεχώρει τούτοις δικάζειν περὶ δογμάτων ποιουμένοις τὸν λόγον, διὰ τί μὴ δευτέραν αὐτὸς ἔθετο κρίσιν καὶ τοῖς ἀνδράσι τὰ καινὰ διεξιχνίασε δόγματα καὶ κανονικὴν ἀπεφήνατο τὴν διάκρισιν; ἦ γὰρ ἑαυτὸν μόνον ὀρθὸν οἰόμενος δογματιστήν, τὸ λοιπὸν μέρος τῆς καθ' ἡμᾶς πόλεως, μᾶλλον δὲ ἁπάσης τῆς οἰκουμένης, διεστραμμένους περὶ τὸν τοῦ δόγματος λόγον ὑπείληφεν; ἢ μᾶλλον, ὅπερ καὶ ἀληθές ἐστιν, ἡμεῖς μὲν ἑδραῖοι ἐφ' ὧν παρειλήφαμεν δογμάτων βεβήκαμεν, οὗτος δὲ παραλλάξας τοὺς πόδας πρὸς τὸν κρημνὸν τῆς ἀπωλείας κατώλισθε. καὶ ὅτι μὴ τέχνη λόγων ἡ περὶ τούτων ἀπόδειξις, αὐτὰ βοᾷ τὰ ἐκείνων συγγράμματα, οἷς ὥσπερ λογίοις προσεῖχε καὶ ὡς θείους ἐτίμα χρησμούς. Ἀλλὰ τὰ πλείω τούτων κατὰ συγχώρησιν ἡμῖν δέδοται, ἐπεί, εἴ γε τἀληθῆ σκοπεῖν ἐθέλοιμεν, οὐδὲ πάντα τῶν δογμάτων, ὅσα διαβέβληται νῦν συνοδικῶς, ἀπηλέγχθη καὶ ἐν συνεδρίοις πατέρων ἀπεκρίθη τῆς εὐσεβείας, ἀλλὰ τά γε πλείω τῷ τοῦ εὐαγγελίου λόγῳ παραβάλλοντες καὶ συγκρίνοντες ὡς διεστραμμένα τῆς ἑαυτῶν ψυχῆς ἀπωσάμεθα αὐτίκα. τὰς Πλατωνικὰς ἀναμνήσεις καὶ τὴν Ἑλληνικὴν μετεμψύχωσιν καὶ τοὺς τελετάρχας θεοὺς καὶ τὴν μεσότητα τῶν ψυχῶν καὶ τὴν Ἑκατικὴν δύναμιν καὶ τοὺς κοσμαγοὺς δαίμονας καὶ τὰς ἀγγελικὰς κῆρας ποῖοι τῶν πατέρων ἢ πότε ἐν κοινῷ συνεδρίῳ διέσεισάν τε καὶ καθῃρήκασι; τὰ δὲ αἰθέρια στερεώματα καὶ τὸν ἐκπύρινον νοῦν καὶ τὸν ἅπαξ ἐπέκεινα καὶ τὸν δυαδικὸν θεὸν καὶ ἀγνοῆσαι οἴομαι τοὺς ἄνωθεν τῆς εὐσεβείας μυσταγωγούς· τὴν δὲ