ἐπεὶ γὰρ οἱ νυμφαγωγοὶ καὶ φίλοι τοῦ νυμφίου, ὡς ἄνωθεν εἰρήκαμεν τοῦ λόγου περὶ τούτου, ὑπαργυρίζουσαν αὐτὴν ἐχρύσωσαν τοῖς τρόποις καὶ κλίνην ἀπειργάσαντο βασιλικὴν πορφύραν, ἐπανεκλίθη τοιγαροῦν ὁ βασιλεὺς ἐν ταύτῃ. λοιπὸν ἡ νύμφη πρὸς αὐτὸν ἐκθαμβουμένη λέγει· πρὸς κλίνην ἦλθες σύσκιος ἡμῶν ὡς ἠβουλήθης. Ἀλλ' ἀκουσώμεθα λοιπὸν καὶ τῶν ἑξῆς ᾀσμάτων. φησὶ γὰρ ἔτι πρὸς αὐτὸν ἡ νύμφη τὸν νυμφίον· δοκοὶ ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι [1, 17]. Ἐπεὶ λοιπὸν ἐλήλυθας ὡς πρὸς ἡμᾶς, νυμφίε, οὐκέτι δεδιττόμεθα βροχάς τινας ῥαγδαίους, οὐκ ἐπικλύσεις ποταμῶν, τῶν πονηρῶν ῥευμάτων, ἀλλ' οὐδὲ πνεύσεις τοῦ βορρᾶ, πνευμάτων ἐναντίων· ἐμὲ γάρ, ἣν ηὐδόκησας εἶναί σου κατοικίαν, καλῶς ἐπῳκοδόμησας ἐν σεαυτῷ, νυμφίε, ὁ λίθος ὄντως ὁ τερπνὸς καὶ τῆς ζωῆς ἡ πέτρα. ὅθεν δοκοῦμεν τοὺς δοκοὺς ἡμῶν κεδρίνους εἶναι καὶ πάλιν τὰ φατνώματα δένδρων ἐκ κυπαρίττων. ἐπεὶ γὰρ ἐμνημόνευσεν ἐνθάδε κατοικίας, καὶ φατνωμάτων καὶ δοκῶν οὐκ εἴασε μνησθῆναι. σὺ δέ μοι τὰ φατνώματα καὶ τοὺς δοκοὺς ἀκούων, τὰς ἀρετὰς ἐννόησον πάντα τυγχάνειν τάδε, ἐν αἷς ἐλθὼν ἐστέγασεν αὐτὴν ὁ θεῖος λόγος καὶ πειρασμῶν ἀνένδεκτον εἰργάσατο τελείως. ἀνέμους γὰρ ἢ καὶ βροχὰς ἢ ποταμοὺς ἀκούων, δαιμόνων ταῦτα πειρασμοὺς γίνωσκε πεφυκέναι. Καιρὸς λοιπὸν καὶ τῶν ἑξῆς ἀκοῦσαι ταύτης λόγων. φησὶ γὰρ οὕτω πρὸς αὐτὸν ὥσπερ ἐγκαυχωμένη· ἐγὼ δὲ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων [2, 1]. Ὑπέρευγε τῆς προκοπῆς τῆς καθαρᾶς παρθένου. ἰδοὺ γὰρ ἔγνω ἑαυτὴν τοῦ ξύμπαντος πεδίου τῆς ἀνθρωπίνης φύσεως ἄνθος ἐκλελεγμένον, εἶτα καὶ κρίνον καθεξῆς ἐκ τῶν κοιλάδων θεῖον· μυρίζει γὰρ ὡς ἀληθῶς πᾶσα ψυχὴ τοῖς τρόποις, ταῖς ἀρεταῖς ἀνθήσασα καὶ καθωραϊσθεῖσα καὶ μὴ μερίμναις κοσμικαῖς ὅλως ἀποπνιγεῖσα. Καὶ μάρτυς τούτων πέφυκεν ὁ Χριστὸς καὶ νυμφίος προσμαρτυρῶν ὡς ἀληθῶς τῷ λόγῳ τῷ τῆς νύμφης. φησὶ γὰρ οὕτω πρὸς αὐτήν, ὡς καθεξῆς εὑρήσεις· ὡς κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἀδελφή μου ἀνὰ μέσον τῶν θυγατέρων [2, 2]. Ὀρθῶς, φησί, λελάληκας περὶ σαυτῆς, ὦ νύμφη· ὄντως γὰρ μέσον τῶν ψυχῶν, τῶν δῆθεν θυγατέρων, τῶν ταῖς μερίμναις πάντοτε συγκαταπνιγομένων σὺ μόνη νῦν ἐξήνθησας ὥσπερ ἡδύπνουν ῥόδον. καλεῖ δὲ ταύτην ἀδελφὴν ὁ λόγος καὶ νυμφίος ὡς ἐκπληρώσασαν καλῶς τὸ θέλημα τὸ θεῖον. ὁ λέγων γὰρ αὐτός ἐστιν ἐν τοῖς εὐαγγελίοις ἐκείνους ἔχειν ἀδελφοὺς καὶ συγγενεῖς καὶ φίλους, τοὺς πληρωτὰς τῶν πατρικῶν ἐκείνου κελευσμάτων. Τούτων δ' ὡς ἤκουσε λοιπὸν ἡ νύμφη τῶν ἐπαίνων, ἀντιτεχνάζεταί τινας ἐπαίνους τῷ νυμφίῳ. λέγει γὰρ λέξεσιν αὐταῖς πρὸς τὸν δεσπότην τάδε· ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδοῦς μου ἀνὰ μέσον τῶν υἱῶν [2, 3]. Ὥσπερ, φησίν, ἐν ταῖς ψυχαῖς ἁπάσαις τῶν ἀνθρώπων, ἃς θυγατέρας εἴρηκας, ὦ λόγε καὶ νυμφίε, ἔγωγε μόνη πέφυκα κρίνον ὥσπερ ἐκφῦσα, οὕτως καὶ σὺ τοὺς οὐρανοὺς ἀρρητοτρόπως κλίνας καὶ κατελθὼν ἐπὶ τῆς γῆς εἰς τὸν ὑλώδη βίον καὶ σαρκωθεὶς τὸ καθ' ἡμᾶς ἐν τῷδε τῷ δρυμῶνι, ὤφθης ἐν μέσῳ τῶν υἱῶν, τοῦτ' ἔστι τῶν ἀνθρώπων, ὡς μῆλον εὐωδέστατον καὶ γεῦσιν καθηδῦνον. Τίνος δὲ χάριν, ἐρωτᾷς, τὸν λόγον λέγει μῆλον; ὅτι τοι χάριτας πολλὰς ἔχει καρπὸς τὸ μῆλον· καὶ γὰρ ἀποθλιβόμενον παρά τινος, ὡς θέμις, τὴν ῥύσιν αἱματόμικτον τὴν ὑδαρώδη πέμπει κἀντεῦθεν ὑπαινίττεται κρουνοὺς τῆς σωτηρίας τοὺς πρὶν πλευρόθεν βλύσαντας τοῦ λόγου καὶ σωτῆρος. Ὡς ἄγαμαι τὴν φρόνησιν τῆς καθαρᾶς παρθένου· σοφῶς γὰρ εἴρηκεν αὐτὸν τυγχάνειν ὄντως μῆλον. πᾶσα μὲν γὰρ ὡς ἀληθῶς ψυχή τις ἀνθρωπίνη, κἂν ἀρεταῖς οὐρανωθῇ καὶ πρὸς ἀγγέλους φθάσῃ, ἄνθος καὶ μόνον γίνεται καὶ κρίνον ἐκ κοιλάδων, τὸν γεωργὸν