1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

9

ἀληθῶς γυμνὸς γενόμενος τὰ πολυύμνητα φθέγξηται ῥήματα· 1, 21 καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. βαβαὶ φιλοσοφίας ὑπερβολῇ. τῷ μὲν σχήματι τῇ φύσει τὸ χρέος ἀπέδωκεν, τῇ δὲ διαθέσει χωρεῖ πρὸς τὸν θεὸν καὶ κλίνει γόνυ καὶ προσκυνεῖ γνησίως καὶ φυσικῆς ἅπτεται φιλοσοφίας ἐν μέσοις τοῖς πάθεσιν ἑαυτῷ τε καὶ ἡμῖν τὸ τῆς παραμυθίας σκευάσας φάρμακον. νόμος ἀνθρώπῳ, φησίν, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεσθαι γυμνόν, ἀλλὰ καὶ ἐξιέναι τοῦ βίου μετὰ τοῦ ὁμοίου σχήματος· τί οὖν δεινὸν πεπόνθαμεν, φησίν, φυσικῶς μὲν οὐδὲν ἔχοντες, εἰληφότες δὲ παρὰ θεοῦ καὶ αὖθις ἀφαιρεθέντες ὧν μικρὸν ὕστερον τὴν στέρησιν ὑπομένειν ἀνάγκη. καὶ νομίζει μὲν ὑπὸ θεοῦ πάσχειν τὰ δεινά, προσκυνεῖ δὲ καὶ εὐχαρίστως ἀποδίδωσι τὴν παρακαταθήκην καὶ αὐτοῖς τοῖς ἀκοντίοις τοῖς διαβολικοῖς κατατοξεύει τὸν ἀλιτήριον. ὁ μὲν γὰρ ἔλεγεν εἰρωνευόμενος· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει, ἀντὶ τοῦ δυσφημήσει, ὁ δὲ τὸν χαριστήριον ἐπὶ τοῖς συμβᾶσιν ἀναπλέκων ὕμνον αὐτὴν ταύτην ἀφίησι τὴν φωνὴν εὐλογῶν τὸν θεόν, καί φησιν· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. 1, 22 ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ. 25 ἐν τούτοις, φησίν, πᾶσι τοῖς τῶν συμφορῶν κύμασιν οὐδὲ κατὰ διάνοιάν τι ἀπρεπὲς περὶ θεοῦ ὁ Ἰὼβ ἐλογίσατο· τοῦτο γὰρ σημαίνει τὸ ἐναντίον τοῦ κυρίου. ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, ὁ δὲ θεὸς εἰς τὴν καρδίαν βλέπει. μετὰ γνησίας οὖν τῆς διαθέσεως τὴν δοξολογίαν προσήνεγκε καὶ οὐ φαύλους καὶ ἄφρονας λογισμοὺς ἀντὶ ἀγαθῶν προσεκόμισεν. 2, 13 ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐναντίον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ κυρίου. καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐναντίον τοῦ κυρίου· διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. εἶπε δὲ ὁ κύριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θεράποντί μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχεται ἀκακίας· σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτῷ διὰ κενῆς ἀπολέσαι. πρῶτον ἐν πενίᾳ καὶ ἀπαιδίᾳ γυμνασθέντος τοῦ δικαίου καὶ τὴν ἄκραν φιλοσοφίαν ἐπιδειξαμένου, ἐφ' οἷς οὐ μόνον οὐκ ἐδυσφήμησεν, ἀλλὰ καὶ εὐχαριστηρίους φωνὰς ἀνέπεμψεν, οἱ μὲν ἅγιοι συνέχαιρον ἄγγελοι τῇ νίκῃ, ὁ δὲ διάβολος διέπριε τοὺς ὀδόντας καὶ δευτέρας πείρας ἐξουσίαν ἐξῄτει κατ' αὐτοῦ λαβεῖν. ὁ δὲ ἀγαθὸς θεὸς καὶ τοὺς ἑαυτοῦ δοξάζων γνησίους ὑπερεθίζει τὸ θηρίον, ἵνα καὶ μᾶλλον καταισχυνθῇ, καὶ πολλοῖς ἐγκωμίοις στεφανοῖ τὸν δίκαιον ὡς τὴν φυσικὴν ἀλήθειαν διαφυλάξαντα καὶ οὐδεμίαν ὑπομείναντα διαστροφὴν ἐκ τῶν συμφορῶν. ἀλλὰ καὶ ἔτι, φησίν, τῆς αὐτῆς ἀκακίας ἔχεται μηδεμίαν ὑπομείνας τροπήν· σὺ δὲ ἐμεγαλαύχεις διὰ 26 κενῆς, ἀντὶ τοῦ· ἀκαίρως ἐφλυάρεις λέγων· ἐὰν ἀπολέσῃ τὰ ὑπάρχοντα, δυσφημεῖ. κατανόει δὲ ἐντεῦθεν, ὡς ὁ μὲν θεὸς προγνώστης ὢν καὶ εἰδὼς τὸ ἐκβησόμενον καὶ ὅτι οὐκ ἂν ὁ μέγας Ἰὼβ ἀπρεπές τι φθέγξοιτό ποτε, ἐπέτρεψε τὴν κατὰ τοῦ δικαίου πάλην. ὁ δὲ διάβολος οὔτε τὸ μέλλον οἶδεν οὔτε τὰ ἐν τῇ ἡμετέρᾳ καρδίᾳ γινώσκει, διὸ καὶ ἀγνοῶν, ὅτι ἡττηθήσεται, ἐφλυάρει λέγων· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. καὶ αὖθις νικήσειν οἰόμενος τὴν εἰς τὸ δέρμα τοῦ δικαίου πεῖραν ἐξαιτεῖ καί φησιν· 2, 45 δέρμα ὑπὲρ δέρματος· ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει. οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. τὸ μὲν θηρίον ὠμὸν καὶ ἀναίσχυντον· οὐ γὰρ ἀνέχεται μόνον τῶν ἡμετέρων ἐμφορηθῆναι σαρκῶν, ἀλλὰ καὶ μέχρις ὀστῶν καὶ μυελῶν διελθεῖν βούλεται. ἐλεγχθεὶς δὲ ὁ μισάνθρωπος πάλιν ἀναισχυντεῖ καί φησιν· οὐδὲν μέγα, εἰ ἀλλοτρίων σωμάτων πεπονθότων οὐκ