ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεν νωμένοις πολλάκις τὸ μεταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ' αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖ νοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκέναι. Οὐδεὶς γὰρ δύναται λέγειν, ὅτι τὸ μεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδέ ἐστιν ὥρας τρια κοστόν. Ἀλλ' ἔστω συγκεχωρημένον αὐτοῖς τόδε κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. Φέρεται δὴ θεώρημα ἀπο δεικνύον τὸν ζωδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμέ νοις φέρεσθαι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς δι' ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλ λάττειν τὴν θέσιν τῶν δωδεκατημορίων· ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου· ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος ἀλλ' ἐκ τοῦ νοητοῦ ζω δίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι. Ἔστω δὲ καὶ τοῦτο συγκεχωρημένον τὸ καταλαμ βάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀλη θές· ἀλλὰ τήν γε σύγκρασιν παρ' αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων, καὶ αὐτοὶ ὁμολογήσουσιν, οὐχ οἷοί τε σῶσαι κατὰ πᾶν, ἀμαυρουμένου τοῦ δηλουμένου, φέρε εἰπεῖν, χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε, ἢ τοσόνδε ἀμαυρου μένου· πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χεί ρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμπο διζομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι χει ρόνων ὄντα σημαντικόν. Καὶ οἶμαι, ἐπιστήσαντά τινα 12.81 τοῖς τόποις, ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλ' εἰ ἄρα μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. Εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων, καὶ αὐτῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν. Καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων, τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγ γελλομένων· «Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ· ἀναγγειλάτωσάν σοι τί μέλ λει ἐπὶ σὲ ἔρχεσθαι·» διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προ δηλοῦν, ἃ βεβούληται Κύριος ἑκάστῳ ἔθνει ἐπα γαγεῖν. Νῦν γὰρ ὡς πρὸς τὴν λέξιν τὸ προφητικὸν ἐξειλήφαμεν· εἰ δέ φησιν ὁ Ἰακὼβ ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἂν ἡμῖν, ὅτι ἐναντία οἷς εἰρήκαμεν δηλοῦται διὰ τῆς Γραφῆς· ἐλέ γομεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν ση μείων· ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα, ὅτι οἱ καθ' ἡμᾶς σοφοὶ, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως, θείως δὲ διδάσκονται τὰ ἀπόῤῥητα· ὥσπερ ὁ Παῦλος, λέγων· «Ἤκουσα ἄῤ ῥητα ῥήματα, ἂ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι·» ἴσασι γὰρ τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, ἐνιαυ τῶν κύκλους, καὶ ἀστέρων θέσεις, οὐκ ἀπ' ἀνθρώ πων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ τοῦ πνεύματος ἀπο καλύπτοντος αὐτοῖς, καὶ καθαρῶς, ὡς θέλει ὁ Θεὸς, τὰ θεῖα ἀπαγγέλλοντος. Καὶ ἄλλως δὲ ὁ Ἰακὼβ μεί ζων ἢ κατὰ ἄνθρωπον ἦν, πτερνίζων τὸν ἀδελφὸν αὐ τοῦ, καὶ ὁμολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ, ἀφ' ἧς παρεθέμεθα τό· «Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρα νοῦ,» εἶναι ἀρχιχιλίαρχος δυνάμεως Κυρίου, καὶ ὄνο μα πάλαι κεκτημένος Ἰσραήλ· ὅπερ ἐν σώματι λει τουργῶν ἀναγνωρίζει, ὑπομιμνήσκοντος αὐτὸν τοῦ ἀρχαγγέλου Οὐριήλ. Μετὰ ταῦτα λείπεται ἐξετάσαι καὶ παραστῆσαι τοῖς πιστεύουσιν, ὅτι εἰς σημεῖα κεῖνται οἱ φωστῆρες τοῦ οὐρανοῦ· σανθήσῃ δὲ ὑπὸ τῶν περιεργότερον φερομέ νων εἰς τοὺς τόπους, τίς ἡ αἰτία τοῦ ταῦτα τὰ ση μεῖα τὸν Θεὸν πεποιηκέναι ἐν τῷ οὐρανῷ. Καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν, ὅτι πιστεύομεν τὰ τῆς μεγαλειό τητος τοῦ νοῦ τοῦ Θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκά στου τῶν ὄντων ἐμπεριειληφότος,