μάλιστα ἥν φησιν ὁ ἀπόστολος τὴν ἐν κρυπτῷ· ὥστε βέλτιον ἐκ πίστεως δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ «ἐξ ἀνδρὸς» καθὸ ἐξ ἀνδρός <ἢ> τὸ «διὰ γυναικός» καθὸ διὰ γυναικός. Περὶ δὲ τοῦ Σωτῆρος οὐκ εἴρηται «διὰ γυναικὸς» ἀλλ' «ἐκ γυναικός», ὅτι ἐπὶ παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς 174 γέγονεν ἐξ ἀνδρός, ἐπὶ δὲ τοῦ Σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς οὐκ ἔχει τὸ γεγονέναι αὐτὸν διὰ γυναικός· διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, ἡ σὰρξ αὐτοῦ, μὴ γενομένη ἐξ ἀνδρός, γέγονεν ἐκ γυναικὸς καὶ οὐ διὰ γυναικός. [Rom. 3, 31] ζητοῦμεν διὰ τί μὴ εἶπεν «Ἐκ πίστεως» ἀλλὰ «∆ιὰ τῆς πίστεως». Τὸ ἐκ πίστεως δικαιούμενον ἡ περιτομή ἐστιν, καὶ οὐκ ἀμφιβάλλομεν εἰ μὴ καταργεῖται ἐκ πίστεως νόμος, δικαιουμένης ἐκ τῆς πίστεως τῆς περιτομῆς· τῆς δὲ ἀκρο βυστίας διὰ τῆς πίστεως δικαιουμένης, <ἆρα διὰ τῆς πίστεως> καταργεῖται ὁ νόμος; Ἀλλὰ νῦν νόμον ἐλάβομεν τὸν Μωσέως διὰ τῆς πίστεως οὐ καταργούμενον· ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ὡς ἐκ Θεοῦ ὄντα· πρόδηλον δὲ ὡς περὶ τῆς ὀρθῆς πίστεως φαμέν *** Ἵστησιν οὖν πᾶς ὁ ἅγιος καὶ ὑγιῶς πιστεύων τὸν νόμον καὶ μάλιστα τὸν πνευματικὸν καὶ οὐδαμῶς αὐτὸν καταργεῖ *** Εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους ἐπιστολῆς τὸ «Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην», ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστι τὸ «Νόμος οὖν καταργεῖται;» τῷ «Νόμον οὖν καταργοῦμεν;» Οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον· εἰ γὰρ 176 καὶ καταργεῖται ὁ νόμος, ὑπὸ τῆς ὑπερβαλλούσης δόξης καταρ|γεῖται καὶ ὡς ἂν εἴποιμι οὐχ ὑπὸ Παύλου οὐδ' ὑπὸ ἄλλου τινὸς τῶν ἁγίων ἀνδρῶν, ἀλλ' ὑπὸ τούτου ὅς φησιν κύριος εἶναι τοῦ σαββάτου. Καὶ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς ὑπερβαλλούσης δόξης. Μένον γοῦν ὠνόμασε τὸ Χριστοῦ· τὸ δὲ μὴ μένον καταργούμενον, ἐπεὶ ὁ νόμος παιδαγωγὸς ἕως ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου· καὶ ὥσπερ εἴποιμ' ἂν τὸ ἔργον τοῦ παιδαγωγοῦ ἀναγκαῖον εἶναι ἕως νηπιός ἐστιν ὁ παι‖δαγω γούμενος, καταργεῖσθαι δὲ τὸ ἔργον τοῦ παιδαγωγοῦ ἀπὸ τῆς τελειότητος τοῦ παιδαγωγουμένου, οὕτως ἂν εἴποιμι καταργεῖσθαι τὸ ἔργον τοῦ νόμου ὅτε ἔρχεται τὸ πλήρωμα τοῦ χρόνου, ὅτε καὶ ὁ υἱὸς ὅ ποτε μὴ διαφέρων δούλου ἀπολαμβάνει τὴν πα|τρῴαν κληρονομίαν *** ὡς γὰρ καταργεῖται ἡ ἐν Παύλῳ καὶ ἐν Πέτρῳ γνῶσις οὐ λοιδορουμένη ἐν τῷ καταργεῖσθαι ἀλλ' ὅταν ἔλθῃ τὸ τέλειον, οὕτως Παῦλος μὲν οὐ καταργεῖ τὸν νόμον, ἀλλ' ἵσ τησιν· ἐὰν δὲ ἀποκαλυφθῇ ἡ ὑπερβάλλουσα δόξα τοῦ Χριστοῦ, τότε τὸ πρὸ αὐτῆς [··]·ι φαινόμενον καὶ λεγόμενον εἶναι δεδο|ξασμένον υ῾̣[πὸ τῆς ὑπ]ερβαλλούσης δόξης <καταργεῖται> *** τοιούτων τινῶν ἔχεται καὶ τ̣[ὸ 178 «Ἐκεῖνον δ]ε̣ι῀̣ α̣υ᾿̣ξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι», ὥστε τὰ τῆς νη̣πιότητος καὶ ὁ παραλημφθεὶς δι' αὐτὴν παιδαγωγὸς ἀπὸ τ[ῆς τελειό]τητος καταρ γεῖται καὶ οὐκ ἀπ' αὐτοῦ τοῦ παιδαγω[γου]μένου. Φησὶν γάρ· «Νόμον οὖν καταργοῦμεν διὰ | τῆς πίστεως; Μὴ γένοιτο». Οὐκ εἶπεν· «Νόμος οὖν καταργεῖται;» ἀλλὰ «Νόμον οὖν καταργοῦμεν;» Ὅμοιον δὲ καὶ τὸ «Ἀλλὰ νόμον ἱστάνομεν». Tome VI [Rom. 4, 1-8] «Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπά τορα ἡμῶν κατὰ σάρκα;» δύο προειπὼν εἶναι νόμους, ὧν τὸν μὲν ἕτερον νόμον ἔργων ὠνόμασεν, τὸν δὲ ἕτερον νόμον πίστεως, καὶ φήσας ἐκκεκλεῖσθαι τὴν καύχησιν οὐ διὰ τοῦ νόμου τῶν ἔργων ἀλλὰ διὰ τοῦ νό|μου τῆς πίστεως καὶ τούτοις ἐπαγαγὼν ὡς ἄρα δύνασθαι δὲ πίστει δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων νόμου *** δεύτερον δὲ περὶ τοῦ Ἀβραὰμ παριστὰς ὅτι ἐκ πίστεως μᾶλλον ἐδικαιώθη ἤπερ ἐξ ἔργων *** οὐδὲν ἧττόν φησιν αὐτὸν κατορθῶσαι τὰ ἔργα ὡς φιλοῦντα παρακολουθεῖν τῇ ἀξίᾳ δικαιώσεως πί[σ]τει *** καθ' ὅλον δὲ τοῦτον | τὸν τόπον δύο ἔοικεν ὑποβάλλειν δικαιώσεις <ὧν> τὴν μὲν ἑτέραν ἐξ ἔργων ὠνόμασεν, τὴν δὲ λοιπὴν ἐκ πίστεως ········θαι ἀπὸ νόμου