δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ ἐξ ἀνδρὸ καθὸ ἐξ ἀνδρός, <ἢ> τὸ διὰ γυναικὸ καθὸ διὰ γυναικός. περὶ δὲ τοῦ σωτῆρος οὐκ εἴρηται διὰ γυναικὸ ὅτι ἐπὶ παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς γέγονεν ἐξ ἀνδρός, ἐπὶ δὲ τοῦ σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς οὐκ ἔχει τὸ γεγονέναι αὐτὸν διὰ γυναικό· διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆ αρκὸ άρξ ἐτιν, ἡ σὰρξ αὐτοῦ, μὴ γενομένη ἐξ ἀνδρός, γέγονεν ἐκ γυναικὸ καὶ οὐ διὰ γυναικός. 20 iii 31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστάνομεν. ζητοῦμεν διατί μὴ εἶπεν Ἐκ πίστεως ἀλλὰ διὰ τῆς πίστεως. τὸ ἐκ πίστεως δικαιούμενον ἡ περιτομή ἐστιν, καὶ οὐκ ἀμφιβάλλομέν φησιν εἰ μὴ καταργεῖται ἐκ πίστεως νόμος, δικαιουμένης ἐκ τῆς πίστεως τῆς περιτομῆς· τῆς δὲ ἀκροβυστίας διὰ τῆς πίστεως δικαιουμένης καταργεῖται ὁ νόμος. ἀλλὰ νῦν νόμον ἐλάβομεν τὸν Μωσέως διὰ τῆς πίστεως οὐ καταργούμενον· ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ὡς ἐκ θεοῦ ὄντα· πρόδηλον δὲ ὡς περὶ τῆς ὀρθῆς πίστεως φαμέν. εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους ἐπιστολῆς τὸ εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμαιν ἐντετυπωμένη λίθοι ἐγενήθη ἐν δόξῃ ὥτε μὴ δύναθαι ἀτενίαι τοὺ υἱοὺ Ἰραὴλ εἰ τὸ πρόωπον Μωυέω διὰ τὴν δόξαν τοῦ προώπου αὐτοῦ τὴν καταργουμένην, ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστι τὸ Νόμος οὖν καταργεῖται; τῷ νόμον οὖν καταργοῦμεν; οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον. εἰ γὰρ καὶ καταργεῖται, ὑπὸ τῆς ὑπερβαλλούη δόξη τοῦ Χριστοῦ· κύριο γάρ ἐτι τοῦ αββάτου φησίν· καὶ οὐ δεδόξαται τὸ δεδοξαμένον ἐν τούτῳ τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς ὑπερβαλλούη δόξη. μένον γοῦν ὠνόμασε τὸ Χριστοῦ· τὸ δὲ μὴ μένον καταργούμενον, ἐπεὶ ὁ νόμο παιδαγωγὸ ἕως ἂν ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου. 21 iv 2, 3 εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλ' οὐ πρὸς τὸν θεόν· τί γὰρ ἡ γραφὴ λέγει; ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ἐπὶ τίνι ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ οὐ πάνυ σαφῶς διηγήσατο ἡ γραφή· ἔοικεν δὲ ὁ ἀπόστολος καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος· εἰ δ' ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ θεῷ, οὐκ ἀκολουθεῖ ὅτι καθόλου ἐπίστευσεν· ἔστιν γὰρ μέτρα τοῦ πιστεύειν θεῷ· διὸ Ἀβραὰμ μὲν ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, οὐδὲν δὲ τοιοῦτον γέγραπται ἡνίκα εἶδεν Ἰραὴλ τὴν χεῖρα τὴν μεγάλην ἃ ἐποίηε κύριο τοῖ Αἰγυπτίοι· καὶ ἐφοβήθη ὁ λαὸ τὸν κύριον· καὶ ἐπίτευε τῷ κυρίῳ καὶ Μωῇ τῷ θεράποντι αὐτοῦ, οὐ πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἀβραὰμ τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ ἐπιστήσαντας τῇ ἀκριβείᾳ τῆς γραφῆς ἐκτεθήσεσθαι τὸ ἀπὸ τῆς Γενέσεως ῥητὸν οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ· οὐκ ἂν γὰρ ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἀλλ' ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ. οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γεγράφθαι ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὅτι ἐλογίθη ἡ πίτι τῷ Ἀβραὰμ εἰ δικαιούνην. νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἀβραάμ. 22 iv 4, 5 τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. οὐδὲν ὧν δίδωσιν ὁ θεὸς τῇ γενητῇ φύσει ὡς ὀφείλων δίδωσιν, ἀλλὰ πάντα ὡς χάριν δωρεῖται· καὶ πάντα τὰ εὐεργετούμενα οὐκ ὀφειλομένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τῷ βούλεσθαι τὸν θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν οὓς ἂν εὐεργετῇ. νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι καὶ ἄλλως κοινότερον νοούμενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων καὶ τὸν μισθὸν ἀπ' ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα. ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάιν ἐργαζο μένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω καὶ ὡς μισθὸν τῶν ἡμαρτημένων ἀποδίδοσθαι τὰς κολάσεις. διὸ καὶ ὁ ἀπόστολος ὀψώνια μὲν τῆ ἁμαρτία ἔφησεν εἶναι τὸν θάνατον· οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ