1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου· καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· ∆εῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐν Ἱερουσα- λήμ. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ κρινεῖ λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν· καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.» Τὸ δὲ παραπλήσιον τούτοις ὅλοις, καὶ τῇ αὐτῇ λέξει, ἐν τῷ Μιχαίᾳ οὕτως ἐστὶ 11.85 γεγραμμένον· «Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου, ἕτοιμον ἐπὶ τὰς κο- ρυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ' αὐτῷ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· ∆εῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ· καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἐπὶ ἔθνη ἰσχυρὰ ἕως εἰς μακρὰν, καὶ κατακόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι μὴ ἄρῃ ἔθνος ἐπ' ἔθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν.» Ἔτι δὲ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ὁ τεταγμένος ἐν χειρὶ Ἀσὰφ, καὶ τῶν ἀδελφῶν αὐτοῦ ψαλμὸς, τοῦ αἰνεῖν τὸ Κύριον, οὗ ἡ ἀρχή· «Ἐξομολογεῖσθε καὶ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ,» ἐν μὲν τοῖς πλείστοις κατὰ τὴν ἀρχὴν ἰσοδυναμεῖ τῷ ρδʹ ψαλμῷ, ἕως τοῦ· «Καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·» μετὰ δὲ τοῦτο τῷ εʹ ἀπὸ τῆς ἀρχῆς αὐτοῦ ἐγγύς πως ἐχούσης τό· «Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ·» ἕως τοῦ· «Ὅτι ἔρχεται κρῖναι τὴν γῆν.» Ἐπεὶ δὲ ἦν τὸ παραθέσθαι αὐτὰς τὰς λέξεις πολὺ, διὰ βραχέων πρὸς τὸ προκείμενον ταῦτα εἰρήκαμεν. Εὑρήσεις δὲ καὶ περὶ τοῦ μὴ αἵρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων οὐ μόνον παρὰ Μωϋσεῖ γεγραμμένον, ἀλλὰ καὶ ἐν Ἱερεμίᾳ. Καὶ περὶ τοῦ Πάσχα καὶ νόμων ἱερατικῶν εὑρήσεις παρά τε Μωϋσεῖ καὶ ἐν τοῖς τελευταίοις τοῦ Ἰεζεκιήλ. Καὶ αὐτὰς δ' ἂν παρεθέμην τὰς λέξεις, καὶ ἄλλας πλείονας, εἰ μὴ ἑώρων ὑπὸ τῆς ὀλιγότητος τῶν ἐν Νικομηδείᾳ ἡμερῶν ἡμῶν ἀποκλειόμενον τὸν χρόνον τῆς πρὸς σὲ γραφῆς. Πρὸς τούτοις ἔφασκες καὶ τὸν τῆς φράσεως χαρακτῆρα διαλλάσσειν· ὅπερ ἐμοὶ οὐ πάνυ τι ἐφάνη. Καὶ ταῦτα μὲν ἀπελογησάμην· ἦν δ' ἂν προηγουμένως μετὰ τὰ ἐγκλήματα ἐγκώμιον εἰπεῖν τῆς περὶ Σωσάνναν Γραφῆς ἐπιβαίνοντα ἑκάστῃ λέξει, καὶ δεικνύντα τὸ ἐξαίρετον τῶν νενοημένων· ὅπερ ἰδίᾳ τις τῶν φιλομαθῶς καὶ ἱκανῶς μεμελετηκότων τὰ θεῖα συντάξαι δυνήσεται. Ταῦτα πρὸς τὰ, ὡς φὴς, κρούματα ἀπεκρινάμην, καὶ ἀντιγράφω· εἴθε καὶ παιδεύειν δυναίμην! νυνὶ δὲ οὐ τηλικαῦτα ἐμαυτῷ δίδωμι. Προσαγορεύει σε ὁ συναγωνισάμενος τῇ ὑπαγορεύσει τῆς ἐπιστολῆς, καὶ παρατυχὼν πάσῃ αὐτῇ, ἐν οἷς βεβούληται διορθωσάμενος, κύριός μου καὶ ἀδελφὸς ἱερὸς Ἀμβρόσιος. Ἀσπάζεται δέ σε καὶ ἡ πιστοτάτη σύμβιος αὐτοῦ Μαρκέλλα ἅμα τοῖς τέκνοις, καὶ Ἀνίκητος. Σὺ τὸν καλὸν ἡμῶν πάπαν Ἀπολλινάριον ἄσπασαι, καὶ τοὺς ἀγαπῶντας ἡμᾶς.