τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ <ἡ>μεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπι θυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν δια νοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ. τὸ ἑξῆς ἐστι· καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρ τίαις ὑμῶν συνεζωοποίησε τῷ Χριστῷ ὁ Θεός, πλούσιος ὢν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς· καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παρα πτώμασιν, ἐν οἷς ποτε περιεπατήσαμεν κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν φύσει τέκνα ὀργῆς, συνεζωοποίησε τῷ Χριστῷ. τὸν δὲ σύνδεσμον τοῦ τόπου ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει ἡγούμεθα ἤτοι παρεμ βεβλῆσθαι μάτην ἐν τοῖς ἀντιγράφοις ἢ ὡς ὑπ' ἰδιώτου τῷ λόγῳ Παύλου μὴ τεθεωρῆσθαι παρέλκοντα. σαφῶς δὲ θάνατος τῆς ψυχῆς εἶναι λέγεται τὰ ἁμαρτήματα, ἐκ τοῦ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ἐπεὶ ἴδιόν ἐστι τῆς γραφῆς ὄνομα τὸ «παράπτωμα,» ἐξεταστέον εἰ διαφέρει τῆς «ἁμαρτίας,» καὶ μάλιστα ἐπειδὴ ἐνθάδε συμπεπλεγμένως εἴρηται τὸ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ζητοῦμεν εἰ τὰ κακῶς ἡμῖν ἤδη τετελεσμένα «ἁμαρτίαι» ἡμῶν λέγονται, αἱ δὲ ἀρχαὶ τούτων, οἱονεὶ μηδέπω πτώματα οὖσαι ἀλλ' ὁδεύουσαι ἐπὶ τὸ καὶ πεσεῖν ἡμᾶς, «παραπτώματα.» καὶ τάχα διὰ τοῦτο ἐν τῷ ὀκτωκαι δεκάτῳ λέγεται ψαλμῷ παραπτώματα τί υνήει; τῷ τὸν συνιέντα τὰς ῥίζας καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας «παραπτώματα» δύνασθαι ἂν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς «ἁμαρτίαις.» τί ἐστι κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου περιπατεῖν, καὶ οὐχὶ κατὰ τὸν αἰῶνα τοῦ κρείττονος κόσμου ἐφ' ὃν οἱ ἅγιοι σπεύδουσιν; ὁ μὲν οὖν τις ἁπλούστερον αἰῶνα τοῦ κόσμου τούτου ἡγήσεται τὸν συμπαρεκτεινόμενον χρόνον τῇ τούτου τοῦ κόσμου ἀπ' ἀρχῆς μεχρὶ τέλους κατασκευῇ. ἄλλος δὲ ἐκ τοῦ ἑξῆς ὑπονοήσει μὴ ἄρα ὁ αὐτός ἐστιν ὁ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας καὶ ὁ αἰὼν τοῦ κόσμου τούτου, ἐπείπερ ὡς καθ' ἑνὸς τέτακται ταῦτα πάντα, λέγοντος Παύλου ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος· καὶ ἐν τῇ πρὸς Γαλάτας δὲ τὸ ὅπω ἐξέληται ἡμᾶ ἐκ τοῦ αἰῶνο τοῦ ἐνετῶτο πονηροῦ νομίσει δηλοῦν ὅτι ζῷον πονηρόν ἐστιν ὁ ἐνετὼ αἰών, ὁ αὐτὸς ὢν τῷ ἄρχοντι τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος (πλὴν ἔχει ἀντεπιχείρησιν τὸ ἐκ τῆς πρὸς Γαλάτας ἐπιστολῆς ῥητόν, ἐπεὶ καὶ περὶ ἡμερῶν λέγεται, τῶν ὁμολογουμένων ὡς οὐκ οὐσῶν ἐμψύχων, τοιοῦτό τι ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰι, καὶ μικραὶ καὶ πονηραί εἰσιν αἱ ἡμέραι ἃ παρῴκηκα ἐπὶ τῆς γῆς φησὶν ὁ Ἰακώβ). καὶ τὸ δι' οὗ ἐποίηε τοὺ αἰῶνα κείμενον δόξει κτίσμα λέγειν τοὺς αἰῶνας, ὧν δύναται εἷς ἀποστατικῶς πονηρὸ γεγονέναι καὶ λέγεσθαι αἰὼν τοῦ κόσμου τούτου καὶ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε. καὶ παρατηρητέον γε ὅτι οὐκ εἶπε κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος ἀλλὰ τῆς ἐξουσίας τοῦ ἀέρος· οὐκοῦν ζητητέον τὴν τοῦ ἀέρος ἐξουσίαν, ἵνα οὕτως ἴδωμεν τὸν ἄρχοντα ταύτης. δύναται δὲ ἡ λέξις καὶ τοιοῦτό τι δηλοῦν κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ πνεύματος, ὅπερ πνεῦμα ἀέρος ἐστὶ τὸ πνεῦμα, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ἐπεὶ οὖν ὁ ἄρχων τινός ἐστιν ἄρχων, ἐπιστήσεις μήποτε πάσης ἐξουσίας ἄρχων ἐστὶ τῆς περὶ τὸν ἀέρα ὁ νῦν λεγόμενος, ἥτις ἐνεργεῖ διατρίβουσα περὶ τὸν ἀέρα εἰς τοὺς τῆς