προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
στερεώτερον σῶμα. εἰ δὲ τοῦτο, οὐχ ὑποπέσοι <ἂν> ὄψει οὐ ρανῶν ἄνοιξις, οὐδὲ γὰρ σῶμά ἐστι τὸ ἐκεῖθεν καταβεβηκὸς ἅγιον πνεῦμα. νοητῶς ἄρα καὶ ταῦτα τῷ βαπτιστῇ τεθεώρηται. ἐπι στατέον δὲ καὶ τῷ μεμενηκέναι τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνον τὸν Ἰησοῦν, εἰ γὰρ καὶ ἐπ' ἄλλον ἔμενεν κατελθόν, οὐκ ἦν σημεῖον δεικνύον τὸν βαπτίζοντα ἐν ἁγίῳ πνεύματι. ἀποδεικτέον δὲ καὶ τοῦτο οὕτως· τὸ πνεῦμα τὸ ἅγιον ἀχράντοις καὶ καθαραῖς ψυχαῖς ἐνοικίζεται, οὐχ ὑπομένον εἶναι ἔνθα ἁμαρτία. «Ἅγιον γὰρ πνεῦμα «παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων». καὶ ὁ ∆αυεὶδ ἐν τινὶ ἁμαρτίᾳ γεγονὼς ἀξιοῖ τὸν θεὸν λέγων· «Τὸ «πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ». ἐπεὶ οὖν Ἰησοῦς μόνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἔσχεν ἐν τῷ στόματι αὐτοῦ (περὶ μόνου γὰρ αὐτοῦ εἴρηται· «Τὸν μὴ γνόντα ἁμαρτίαν»), εἰκότως κατελθὸν ἐπ' αὐτὸν τὸ ἅγιον πνεῦμα ἔμεινεν. ταῦτα δὲ πάντα, τὸ κατελθεῖν λέγω ἐξ οὐρανοῦ τὸ πνεῦμα ἐπὶ τὸν Ἰησοῦν καὶ μεῖναι ἐπ' αὐτόν, οἰκονομίας ἕνεκεν γέγραπται, οὐχ ἱστορικὴν διήγησιν ἔχοντα, ἀλλὰ θεωρίαν νοητήν, ὡς ἤδη εἴρηται. ἀχώριστον γὰρ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα· οὐδὲ γὰρ ὁ υἱὸς ἐν τόπῳ οὐδ' αὖ ὁ πατήρ, ἵνα καὶ τὸ ἅγιον πνεῦμα μεταβατικῶς κινούμενον ἐκ τοῦ πατρὸς εἰς τὸν υἱὸν μεταβαίνῃ. καθόλου γὰρ τὰ περὶ τῆς θεότητος νοητῶς ἐκλαμβάνειν προσῆκεν, κἂν ἀνθρωπίνως λέγηται, οἷον τὸ ἵστασθαι <καὶ> τὸ
καθῆσθαι καὶ τὸ ἀναβαίνειν 〚καὶ ὅσα ὅμοια τού τοις γέγραπται περὶ τῆς θεότητος〛. 21 Ἄξιον ζητῆσαι πῶς νῦν μὲν Ἀνδρέας τῇ δευτέρᾳ ἡμέρᾳ ἀπὸ τοῦ βαπτίσματος Ἰησοῦ εὐθὺς εὑρίσκει τὸν ἀδελφὸν τὸν ἴδιον Πέτρον, ἀλλαχοῦ δὲ ὁ Ἰησοῦς μετὰ πολλὰς ἡμέρας τοῦ βαπτίσματος εὑρίσκει Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ κατὰ τὸν Ματθαῖον. εἰκὸς οὖν πρῶτον τὸν Ἀνδρέαν ἀναγαγόντα τὸν Πέτρον πρὸς τὸν Ἰησοῦν ὠφελεῖσθαι μικρὸν παρὰ τοῦ διδασκάλου, εἶτα μετὰ τὴν ὠφέλειαν τοῦ ἀδελφοῦ ἀνακεχωρηκέναι πρὸς τὸ τοῖς ἰδίοις σχολάζειν, τὸν δὲ Ἰησοῦν μετὰ τὴν προτέραν κλῆσιν κεκληκέναι αὐτοὺς ἐπὶ τῷ ἕπε σθαι αὐτῷ διηνεκῶς, ἔχοντας ἐξουσίαν ἀνθρώπους ἁλιεύειν δι' ἧς παρέσχεν αὐτοῖς διδασκαλίας. «Ἔρχεσθε, φησί, καὶ ἴδετε»· τάχα διὰ τοῦ «Ἔρχεσθε» ἐπὶ τὸ πρακτικὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ «Ἴδετε» τὴν ἀκολουθοῦσαν τῆς κατορθώσεως τῶν πράξεων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων γινομένην ἐν τῇ τούτων διαμονῇ. 22 Πέτρον δὲ αὐτὸν κληθήσεσθαι εἶπεν, παρονομασθέντα ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ χριστός· ἵν' ὥσπερ ἐκ σοφίας σοφὸς καὶ ἅγιος ἐξ ἁγιότητος, οὕτως καὶ ἐκ τῆς πέτρας Πέτρος **. ἀποδείκνυται δὲ τοῦτο ἐξ ὧν εἶπεν ὁ σωτὴρ πρὸς τὸν οὕτως ὠνομασμένον· «Σὺ εἶ, «φησίν, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκ «κλησίαν». 23 Τὸ «Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν» ἀμφι βόλως εἰρημένον δηλοῖ ὁτὲ μὲν τὸν Ἀνδρέαν εἶναι τὸν ἐξεληλυθότα, ὁτὲ δὲ τὸν Ἰησοῦν. δοκεῖ δὲ μᾶλλον περὶ τοῦ Ἀνδρέα εἶναι τὸ λε- γόμενον, ἐξεληλυθότος εἰς τὴν Γαλιλαίαν καὶ εὑρόντος τὸν Φίλιππον. τούτῳ τῷ εὑρεθέντι ὑπὸ Ἀνδρέου Φιλίππῳ λέγει ὁ Ἰησοῦς· «Ἀκο»λούθει μοι». ἔστι δὲ τὸ ἀκολουθεῖν τῷ Ἰησοῦ τὸ ἕπεσθαι λόγῳ, σοφίᾳ, δικαιοσύνῃ, πράττοντα καὶ φρονοῦντα ὀρθῶς. μεταλαμ βάνεται δὲ ἡ Βηθσαϊδὰ Ἑλλάδι φωνῇ εἰς τὸ «Οἶκος θηρευτῶν», οἷς [ὁ] Ἰησοῦς εἶπεν· «∆εῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀν «θρώπων». περὶ τῶν τοιούτων θηρευτῶν ὡς ἐκ θεοῦ πεμπομένων ἐν τῷ Ἱερεμίᾳ προφητεία φέρεται ἐκ προσώπου τοῦ θεοῦ ἔχουσα οὕτως· «Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω εἰς ὑμᾶς πολλοὺς θηρευτὰς οἳ «θηρεύσουσιν ὑμᾶς». 24 Οὐ τοῦτο δὲ εἰπεῖν βούλεται, ὅτι οἱ προφῆται οὕτως ἔγραψαν ὅτι Ἰησοῦς ἔσται ὁ υἱὸς Ἰωσὴφ ἀπὸ Ναζαρέτ, ἀλλ' ἀντὶ τοῦ «Τὸν Ἰωσὴφ υἱὸν» «τὸν ἀπὸ Ναζαρὲτ» τοῦτον εὑρήκαμεν ὄντα ἐκεῖνον περὶ οὗ Μωϋσῆς τε ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εἶπον. 25 Τὸ «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;» ἤτοι ἀμφιβάλλων, ἆρα ἐκ τῆς Ναζαρὲτ τηλικοῦτον ἀγαθὸν δύναται; ἢ