Philocalia

 πίστεως κατεβάλοντο μόχθους. ἐκείνοις μὲν οὖν εἰς τὸ δεῖξαι ὁμότιμον καὶ ὁμόδοξον καὶ κατὰ τὴν αὐτὴν ἀλήθειαν συναΐδιόν τε καὶ ὁμοούσιον τὴν παναγίαν

 ἀκολουθίαν ῥητὰ τῆς γραφῆς ἐπιχειρεῖν διορθοῦσθαι, πολὺ τοῖς συνιέναι δυναμένοις τὸ τῆς διανοίας ἀκόλουθον σώζοντα. θʹ. Τίς ὁ λόγος τοῦ τὴν θείαν γραφ

 τὸ αὐτε ξούσιον. κʹ. Περὶ ἀγαθῶν καὶ κακῶν, καὶ ὅτι ταῦτα ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτῳ καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν· ἀλλ' οὐχ ὡς Ἀριστοτ

 ἐξ Ἰούδα ἄρχοντας εἰρημένους καὶ ἡγουμένους [ἐκ] τῶν μηρῶν αὐτοῦ, ὅταν ἔλθῃ ᾧ ἀπόκειται, δηλονότι ἡ βασιλεία, καὶ ἐπιδημήσῃ ἡ τῶν ἐθνῶν προσ δοκία; σα

 ἦλθέ τε κατὰ τὸν Ἰὼβ ὁ τὸ μέγα κῆτος χειρωσάμενος, καὶ δεδωκὼς ἐξουσίαν τοῖς γνησίοις αὐτοῦ μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴ

 τουτέστι τῆς στοιχειώσεως, ἐπὶ τὴν τελειό τητα φέρεσθαι, ἵνα ἡ τοῖς τελείοις λαλουμένη σοφία καὶ ἡμῖν λαληθῇ. σοφίαν γὰρ ἐπαγγέλλεται ὁ ταύτην κεκτη μ

 γυναικῶν τοῦ Ἀβραὰμ, δύο τε ἀδελφῶν γεγαμημένων τῷ Ἰακὼβ, καὶ δύο παιδισκῶν τετεκνωκυιῶν ἐξ αὐτοῦ, οὐδὲν ἄλλο φήσουσιν ἢ μυστήρια ταῦτα τυγχάνειν, ὑφ'

 ὀρφανούς· Κλήμης δὲ πέμψει εἰς τὰς ἔξω πόλεις· σὺ δὲ ἀναγγελεῖς τοῖς πρεσβυτέροις τῆς ἐκκλησίας. Γραπτὴ μὲν γὰρ, ἡ νουθετοῦσα τὰς χήρας καὶ τοὺς ὀρφαν

 νουμηνίας ἢ σαββάτων· ἅ ἐστι σκιὰ τῶν μελλόντων. ἔτι δὲ καὶ ἐν τῇ πρὸς Ἑβραίους, περὶ τῶν ἐκ περιτομῆς διαλεγόμενος, γράφει· Οἵτινες ὑποδείγματι καὶ σ

 γεγενημένοις καὶ πρακτέοις, ὅπου μὲν εὗρε γενόμενα κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐφαρμόσαι δυνάμενα τοῖς μυστικοῖς τούτοις, ἐχρήσατο ἀποκρύπτων ἀπὸ τῶν πο

 κελεύει Μωσῆς ἡμᾶς προσφέρεσθαι· γρὺψ δὲ οὐχ ἱστόρηταί ποτε ὑποχείριος ἀνθρώπῳ γεγονέναι, ὃν ἀπαγορεύει ἐσθίεσθαι ὁ νομοθέτης. ἀλλὰ καὶ τὸ δια βόητον

 ἀδελφῷ αὐτοῦ, καὶ τὰ ἑξῆς· καί· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. καὶ παρὰ τῷ ἀποστόλῳ τὸ ῥητὸν τηρητέον· Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς

 Ἰσαὰκ, καταβεβηκότος κἀκείνου ἐκ τοῦ Ἀβραὰμ, πάντων ἀναγομένων ἐπὶ τὸν Ἀδὰμ, ὃν ὁ ἀπόστολος εἶναί φησι τὸν χριστόν; πᾶσα γὰρ ἀρχὴ πατριῶν τῶν ὡς πρὸς

 συναγαγεῖν ἦλθε τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πολλῶν ἀπὸ τοῦ Ἰσραὴλ μὴ εἰξάντων τῇ διδασκαλίᾳ αὐτοῦ, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καλοῦνται. 1.27

 φεύγοντες τὴν ἐν τούτοις ἀλληγορίαν, καὶ τὴν λέξιν δι' ἑαυτὴν ἀναγεγράφθαι νομί ζοντες, παραστήσονται τῷ βουλήματι τοῦ ἁγίου πνεύματος πράγματα ἀναγρα

 ἰδοὺ ἐνίκησεν ὁ λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα ∆αυεὶδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. 2.2 Περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἠσαΐας οὕ

 ὅσιον, τὸν αἰσθα νόμενον τῆς ἀσθενείας τοῦ γένους ἡμῶν, καὶ ὅτι τέχνης θεοῦ λόγους μετὰ πάσης ἀκριβείας τεθεωρημένους ἐκλα βεῖν ἡμῖν ἀμήχανον, θεῷ ἀνα

 ἐτίν. ἐκ τοῦ εʹ τόμου τῶν εἰ τὸ κατὰ Ἰωάννην, εἰ τὸ προοίμιον. Ἐπεὶ μὴ ἀρκούμενος τὸ παρὸν ἀνειληφέναι πρὸς ἡμᾶς ἔργον τῶν τοῦ θεοῦ ἐργοδιωκτῶν, καὶ ἀ

 πλειόνων θεωρημάτων, ὧν ἕκαστον θεώρημα μέρος ἐστὶ τοῦ ὅλου λόγου. οἱ δὲ ἔξω τούτου ἐπαγγελλόμενοι περιέχειν διέξοδον καὶ ἀπαγγελίαν ὁποίαν δήποτε, εἰ

 τὰ ἔμπροσθεν, τὴν πᾶσαν νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς νοουμένην ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου τῶν ἐγνωκότων συνα

 τῷ εὐαγγελίῳ ἢ ἑαυτῷ ἢ τοῖς ἀποστόλοις. ἀλλ' ἐλθὼν ὁ πεπαιδευμένος τὴν τοῦ θεοῦ μουσικὴν, σοφός τις ἐν ἔργοις καὶ λόγοις τυγχάνων, καὶ διὰ τοῦτο χρημα

 προάγοντα εἰς ἑνικὸν μεταθείη. ἀναγνοὺς γάρ· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καί· Ἐν τῷ οἴκῳ Ὢν εὕρωσάν με· εἴποι ἂν ὅτι καὶ τὸ ἑξῆς οὖν ἐστίν· Ἐκεῖ ἐλαλή

 ἀγγέλων ἐν χειρὶ μεσίτου· καὶ ἐν τῷ· Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθού σης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ

 ἑτέροις. καὶ τοῦτο ἐὰν ἐπιμελῶς παραφυλαττώμεθα, πολλῶν σφαλ μάτων ἀπαλλαττόμεθα καὶ παρεκδοχῶν. χρὴ οὖν εἰδέναι ὅτι τό· Ἑώρακεν οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀεὶ

 ἐν ἀπιτίᾳ ταραχῆ ἐκτό. ἐκ τοῦ κʹ τόμου τῶν εἰ τὸν Ἰεζεχιήλ. Τάδε λέγει κύριο κύριο· ἰδοὺ ἐγὼ ἀνακρινῶ ἀνὰ μέον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγω

 εἰσὶ γάρ τινες δυνάμεις ἐν ἡμῖν, ὧν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν τρέφονται συγγενεῖς οὖσαι αὐταῖς, καὶ ἡμῶν μὴ νοούντων ἐκείνας τὰς

 ἵνα σκυλεύσαντες τοὺς Αἰγυπ τίους εὕρωσιν ὕλην πρὸς τὴν κατασκευὴν τῶν παραλαμβα νομένων εἰς τὴν πρὸς θεὸν λατρείαν. ἐκ γὰρ ὧν ἐσκύλευ σαν τοὺς Αἰγυπτ

 ἂν εἰδείη καὶ ὁ χριστὸς αὐτοῦ καὶ ὁ μετέχων πνεύματος θεοῦ καὶ πνεύματος χριστοῦ. μετέχοις δὲ σὺ, καὶ ἀεὶ αὔξοις τὴν μετοχὴν, ἵνα λέγῃς οὐ μόνον τό· Μ

 στολὴν τῶν στιγμῶν καὶ ἄλλων δὲ μυρίων, παραδείγματα ἔστι φιλοτιμησάμενον οὐκ ὀλίγα λαβεῖν. ταῦτα δὲ παρεξέ βημεν, ἵνα δείξωμεν ὅτι καὶ καθ' ἡμᾶς τοὺς

 ἐγγινομένη τοῖς ἀνυσίμως λέγουσι. φησὶ γοῦν ὁ προφήτης ἐν ἑξη κοστῷ καὶ ἑβδόμῳ ψαλμῷ, ὅτι Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ἵν' ο

 ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν, ἔγραψαν μὲν, ὡς θεοῦ ἑαυτὸν ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι ὤφθη ὁ θεὸς φέρ' εἰπεῖν τῷ Ἀβραὰμ, ἢ τῷ Ἰσαὰκ,

 Ἰουδαίων προφήταις ἢ τοῖς λογίοις χριστιανῶν· οὕτω τὸν λόγον κατασκευαστέον, ἀπό τινος τοῦ περὶ τὰς τροφὰς καὶ τὴν σκευασίαν αὐτῶν παραδείγματος. ἔστω

 παραφθείρεται ὁ περὶ ἀνεξικακίας νοῦς ὑπὸ τῆς τῶν λέξεων εὐτελείας, ἀλλὰ καὶ ἐν τούτῳ συκοφαντεῖ τὸν λόγον λέγων ὁ Κέλσος· «Ἀλλὰ τῶνδε μὲν πέρι καὶ ἄλ

 τρεῖς ἀποστόλους. ἀλλ' ἐρεῖ ταῦτ' εἶναι πλάσματα καὶ μύθων οὐδὲν διαφέροντα, ὡς καὶ τὰ λοιπὰ τῶν περὶ Ἰησοῦ παραδόξων. 15.15 Πρὸς τοῦτο δὲ λεκτέον ὅτι

 οἵτινες οὐδὲν ἀποδέουσι νοητῆς βροντῆς. 15.19 Καὶ τὰ ἱμάτια δὲ αὐτοῦ κάτω ἄλλα ἐστὶν, οὐκ ἔστι λευκὰ, οὐκ ἔστιν ὡς τὸ φῶς· ἐὰν ἀναβῇς εἰς τὸ ὄρος τὸ ὑ

 ὁμολογουμένως πλείονες· ἐγὼ δ' οἶμαι ὅτι καὶ παρὰ βαρβάροις, ὅσοι γε ἐπαγγέλλονται χρῆσθαι ἰατρικῇ. πάλιν τε αὖ, ἐπεὶ φιλοσοφία ἀλήθειαν ἐπαγγελλομένη

 φρονεῖν καὶ λέγειν καὶ ποιεῖν, λοιδο ρούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· καὶ οὐκ ἂν ῥητὰ καὶ ἄρρητα λέγοιμεν τοὺς ἄ

 Ἀρτέμιδος ἀδελφὸς, καὶ Ἑρμοῦ ὁμοπάτριος ἀδελφός· καὶ ὅσα ἄλλα φέρουσιν οἱ σοφοὶ Κέλσου τῶν δογμάτων πατέρες καὶ ἀρχαῖοι θεολόγοι Ἑλλήνων. τίς γὰρ ἡ ἀπ

 τῆς Ἰσαὰκ προσηγορίας, καὶ δηλοῦταί τι ἀπὸ τῆς Ἰακὼβ φωνῆς· καὶ ἐὰν μὲν ὁ καλῶν ἢ ὁ ὁρκῶν ὀνομάζῃ θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ, τόδε τι π

 αὐτοὺς ᾗ βούλονται, οὕτω φησὶ καὶ ἐν τοῖς χριστιανοῖς γίγνεσθαι. φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι, χρῆσθαι

 ζητεῖν ἀποδείξεις. πῶς δ' οὐκ εὐλογώτερον, πάντων τῶν ἀνθρω πίνων πίστεως ἠρτημένων, ἐκείνων μᾶλλον πιστεύειν τῷ θεῷ; τίς γὰρ πλεῖ ἢ γαμεῖ ἢ παιδοποιε

 οἶδα τὰ Στωϊκὰ, ἢ πάντα τὰ Περιπατητικά; εἰ μὴ ἄρα τό «πάντα γὰρ οἶδα» ἀπό τινων ἰδιωτῶν ἀναισθήτων ἀκούσας, οὐκ αἰσθανομένων τῆς ἑαυτῶν ἀμαθίας, ᾠήθη

 ἐπαγγελία ἀνεφαίνετο· ἅτε τοῦ λόγου ὄντος καὶ τοῦ κηρύγματος ἐν πειθοῖς τῆς ἐν φράσει καὶ συνθέσει τῶν λέξεων σοφίας· καὶ ἦν ἂν ἡ πίστις, ὁμοίως τῇ τῶ

 τηλικούτων μεταστῆσαι κακῶν τοὺς προκατειλημμένους ἐν αὐτοῖς. καὶ παρὰ μὲν τοῖς Ἕλλη σιν εἷς τις Φαίδων, καὶ οὐκ οἶδα εἰ δεύτερος, καὶ εἷς Πολέμων, με

 Ἰησοῦ καὶ τῶν μα-θητῶν διαβολῇ φήσομεν εἶναι καὶ τὸ περὶ Ἀριστοτέλους ἱστορούμενον· οὗτος γὰρ ἰδὼν συγκροτεῖσθαι μέλλον κατ' αὐτοῦ δικαστήριον ὡς κατὰ

 καί φησί γέ τις τῶν προφητῶν, ὁ Ὡσηὲ, ἐπὶ τέλει τῶν λόγων αὐτοῦ· Τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; ∆ανιὴλ δὲ καὶ οἱ μετ' αὐ

 ἵνα τὰ ὄντα καταργήσῃ, ἵνα μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· ἐκινήθησάν τινες πρὸς τὸ οἴεσθαι ὅτι οὐδεὶς πεπαιδευμένος ἢ σοφὸς ἢ φρόνιμος προσέρχ

 παρακαλούντων. ὅπερ πεποιήκασι μάλιστα τῶν Κυνικῶν τινὲς, δημοσίᾳ πρὸς τοὺς παρατυγχάνοντας δια λεγόμενοι. ἆρ' οὖν καὶ τούτους, μὴ συναθροίζοντας μὲν

 φρονίμων ἀνδρῶν σύλλογον οὐκ ἄν ποτε λεχθήσεσθαι, ἔνθα δ' ἂν ὁρῶσι μειράκια καὶ οἰκοτρίβων ὄχλον καὶ ἀνθρώπων ἀνοήτων ὅμιλον, ἐνταῦθα τὰ θεῖα καὶ σεμν

 τῶν αἰνιγμάτων καὶ τῶν μετ' ἐπικρύψεως εἰρημένων ἐν νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις, ὧν ὡς οὐδὲν ἀξιόλογον περιε χόντων καταπεφρόνηκας, οὐ βασανίσα

 λίθου ὡς προσκυνήσεως ἀξίων· ἀλλ' ἡ κοινὴ ἔννοια ἀπαιτεῖ ἐννοεῖν ὅτι θεὸς οὐδαμῶς ἐστὶν ὕλη φθαρτὴ, οὐδὲ τιμᾶται ἐν ἀψύχοις ὕλαις ὑπὸ ἀνθρώπων μορφούμ

 εἰπεῖν τοῖς διὰ τὸ πρὸς τοὺς μισουμένους ἔχθος κατηγοροῦσιν αὐτῶν, ἐφ' οἷς οἱ φίλτατοι αὐτῶν ἐπαινοῦνται. ὥσπερ γὰρ ἐπὶ τούτων τυφλοῖ τὸ ἔχθος πρὸς τὸ

 διὰ τὴν τροφὴν ἄλλας δὲ διὰ τὴν σκέπην. καὶ γὰρ κρεῖττον ἦν τοῖς μὴ μέλλουσι τὰ θεῖα ζητεῖν καὶ φιλοσοφεῖν τὸ ἀπορεῖν ὑπὲρ τοῦ τῇ συνέσει χρήσασθαι πρ

 πων ἁλίσκεσθαι; εἴπερ γὰρ κατὰ πρόνοιαν ὁ κόσμος γεγένηται, καὶ θεὸς ἐφέστηκε τοῖς ὅλοις· ἀναγκαῖον ἦν τὰ ζώπυρα τοῦ γένους τῶν ἀνθρώπων ἀρξάμενα ὑπό

 παρ' ἐκείναις διαδοχὴ αὐτῶν, διὰ τοὺς ἀνθρώπους εἰς πολλὰ τοῦ μέλιτος χρῄζοντας, θεραπείας τε σωμάτων πεπονθότων καὶ τροφὴν καθαρτήριον. οὐ παραβλητέο

 μὲν δὴ καὶ ἀπαντῶντες ἀλλήλοις διαλέγονται, ὅθεν οὐδὲ τῶν ὁδῶν ἁμαρτάνουσιν· οὐκοῦν καὶ λόγου συμπλήρωσίς ἐστι παρ' αὐτοῖς καὶ κοιναὶ ἔννοιαι καθολικῶ

 νενευκέναι βοηθήματα, ὅτι οὐ σοφία οὐδὲ λόγος ἔστιν ἐν αὐτοῖς, ἀλλά τις φυσικὴ πρὸς τὰ τοιάδε σωτηρίας ἕνεκεν τῶν ζώων κατασκευὴ, ὑπὸ τοῦ λόγου γεγενη

 μαντικήν· καὶ τὴν ἀπολογίαν μετὰ τοῦτ' ἐναργεστέρως ἀποδεῖξαι· καὶ ἀποδεικτικῶς ἀποδοκι μάσαι μὲν τοὺς λόγους τῶν ἀναιρούντων τὰς τοιασδὶ μαντείας· ἀπ

 μαντικοὶ ὄρνεις καὶ τὰ ἄλλα ἄλογα ζῶα καὶ ἐννοίας τοῦ θείου καὶ πρό γνωσιν περὶ μελλόντων, τὰ τοιαῦτα ἑτέροις προεδήλουν· οὔτ' ἂν ἡ καθ' Ὅμηρον στρουθ

 παράδειγμα τῶν κακίστων παραλαμβανόμενα, οὐδέ ποτε δὲ εἰς χρηστὸν πρᾶγμα ὀνο μαζόμενον λύκον ἢ ἀλώπεκα. ἔοικεν οὖν τις εἶναι ἑκάστῳ δαιμόνων εἴδει κοι

 οὐδὲν γὰρ τῶν ἀλόγων ἔννοιαν ἔχει τοῦ θεοῦ. ψεῦδος δὲ καὶ τὸ «ἐγγυτέρω τῆς θείας ὁμιλίας εἶναι τὰ ἄλογα ζῶα·» ὅπου γε καὶ τῶν ἀνθρώπων οἱ ἔτι φαῦλοι,

 ἐνεργεῖν, οὐκ ἂν εὐσεβεστέρους εἶπε τοὺς πελαργοὺς τῶν ἀνθρώπων. ἔτι δὲ, ὡς ὑπὲρ εὐσεβείας τῶν ἀλόγων ζώων ἱστάμενος ὁ Κέλσος, παραλαμβάνει τὸ Ἀράβιον

 ἔχει τὴν αἰτίαν τοῦ κινεῖσθαι ζῶα καὶ φυτὰ καὶ ἁπαξαπλῶς ὅσα ὑπὸ φύσεως καὶ ψυχῆς συνέχεται, ἐξ ὧν φασὶν εἶναι καὶ τὰ μέταλλα. πρὸς δὲ τούτοις καὶ τὸ

 ἐκκρουομένους τοῦ σεμνοῦ καὶ εὐσταθοῦς· ὥστε εἰς ἀκο λασίαν αὐτοὺς μεταβαλεῖν, πολλάκις ἀρχομένους τῆς ἀκο λασίας μεσούσης τῆς ἡλικίας, καὶ ἐμπίπτοντα

 τις ὅτι ἐκ τοῦ ὁμοίου οἱ ἀπολλύμενοι οὐκ αὐτεξούσιοι οὐδὲ παρ' ἑαυτοὺς ἀπολοῦν ται. καὶ ἐν τῷ Ἰεζεκιὴλ δὲ λεγόμενον τό· Ἐξελῶ αὐτῶν τὰς λιθίνας καρδία

 τῷ Φαραώ; ἀναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ καὶ ὅτι ὁ θεὸς δίκαιος, ἐὰν εὐγνώμων ᾖ, ἀγωνίζεσθαι πῶς ἐν ταῖς τοιαύταις λέξεσι δίκαιος

 διηγήσεις καὶ βίαιοι εἶναι νομίζονται, ἴδωμεν καὶ ἀπὸ προφητικοῦ λόγου, τί φασιν οἱ πολλῆς χρηστότητος θεοῦ πεπειραμένοι, καὶ μὴ βιώσαντες καλῶς ἀλλὰ

 ἐγκαλοῖ τις τῷ γεωργῷ μὴ τάχιον τὰ σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο ἂν

 21.15 Ἦν μετὰ ταῦτα τὸ ἀπὸ τοῦ εὐαγγελίου, ὅτε ὁ σωτὴρ ἔφασκε διὰ τοῦτο τοῖς ἔξω ἐν παραβολαῖς λαλεῖν, Ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶ

 ὅτι πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν, ἐγγὺς γενομένου τοῦ σωτῆρος τῶν ὁρίων αὐτῶν, οὐδὲ τὰ τῶν ἔξω ἀκούουσιν· ὡς εἰκὸς μᾶλλον πόρρω ὄν

 πταίοιμεν, ὑπακουομένου μὲν τοῦ καὶ κατὰ τὸν ἄνθρωπόν τι γεγονέναι τοῦ δὲ ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν τελειωτὴν θεὸν ἀναφερομένου· οὕτως ἐπεὶ οὐ

 οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; ἐρεῖ γάρ τις· εἰ, ὡς ὁ κεραμ

 ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταπο κρινόμενος τῷ θεῷ; 21.22 Τοῖς δὲ τὰς φύσεις εἰσάγουσι καὶ χρωμένοις τῷ ῥητῷ ταῦτα λεκτέον· εἰ σώζουσι τὸ ἀπὸ ἑνὸς φυράματο

 νόμους οἱ λαχόντες ἐπόπται εἶναι τῆς γῆς τῶν νομοθετου μένων συνεργοῦντες τοῖς νομοθέταις ἔθεντο. ἔοικεν οὖν δηλοῦν ὅτι καὶ τὴν Ἰουδαίων χώραν καὶ τὸ

 διαφόρους σχέσεις καὶ τοὺς νόμους· ὅρα εἰ μὴ καὶ ἡ σωφροσύνη τῶν πρός τι ἀκολούθως ἔσται, καὶ ἡ ἀνδρεία καὶ ἡ φρόνησις καὶ ἡ ἐπιστήμη καὶ αἱ λοιπαὶ ἀρ

 φωνὴν τοῦ πλησίον αὐτοῦ. καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ το

 ἀναλογίαν τῶν ἁμαρτανομένων τοῖς λαχοῦσι τὰς ἄλλας χώρας, πρότερον μὲν ἐπὶ τὸ ἔλαττον αὐτοὺς κολασθέντας καὶ τίσαντας δίκην, ὡσπερεὶ παιδευθέντας, ἐπα

 μακαριότητες· οὐδὲν γὰρ ἔτι τού των εὐλόγως ἔσται γινόμενον. καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ' οἷς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται μάταιος, ἥ τε

 προφητικῇ βίβλῳ προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην νομίσαι μαθὼν τὸ ἐσόμενον, ὁρῶν αὐτὸ ἀποτελού μενον, τὴν βίβλον αἰτίαν εἶναι τοῦ τόδε τι γεγονέ

 Μακεδόνων βασιλέως, καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα τὸν ἐπικαλού μενον Λαγὼν, οὕτω προφητεύεται· Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρ

 δύνασθαι τὸ ἐφ' ἡμῖν σώζεσθαι. 23.8 Πρὸς οὓς λεκτέον ὅτι ἐπιβάλλων ὁ θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιΐας, οὐδενὸς ἀναιτίως γινομένου, ἐπιπορεύεται τῷ νῷ ἕκασ

 ἀκούσαντες ἐπιστρέ ψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν. οὐ γὰρ ἀγνοῶν ὁ θεὸς π

 ψαλμῷ, οὗ ἡ ἀρχή· Ὁ θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. καὶ τηρήσας γε τὰ ἐν τῷ ψαλμῷ εἰρημέν

 τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀνθρώπου καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ κάθετον, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου ἢ τῶν ἐν αὐτῷ λεπτῶν, καὶ πο

 τοῦ πατρὸς καὶ τὴν τῆς μητρὸς καὶ τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοῦ καὶ τῶν οἰκετῶν καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων. πῶς οὖν δυνα

 τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος· τὰ δὲ ἀποτελέσματά φασιν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος, ἀλλ' ἐκ τοῦ νοητοῦ

 Φαραὼ ὑπὲρ ἐνδείξεως δυνάμεως θεοῦ καὶ διαγγελίας τοῦ ὀνόματος αὐτοῦ ἐν πάσῃ τῇ γῇ, ἐννόει πόσην ἔνδειξιν δυνάμεως θεοῦ περιέχει τὰ οὐράνια σημεῖα, πά

 ἀνθρώπων μὴ ἐν πάσῃ ὥρᾳ τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι τοὺς δὲ κακῶς· κύκλος γὰρ ἔστιν ἰσομερὴς, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρὸς ἃς ἕκ

 ὑποχωρήσεως τόπον. εἰ δὲ τὴν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διϊσταμένου αὐτοῦ ἀφ' ἑαυτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζώων ὑπά

 εἰπεῖν ἔχεις, ἄρχου τοῦ λόγου. εἰ μὲν γὰρ ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα

 ποιητὴς ὁ θεός. οὗτος μὲν οὖν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς· ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστι

 κἀκεῖνο τρέπειν εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκά νειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ' ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους. ἀλλὰ

 αὐτὴ ἑαυτῇ ἀντέκειτο. οὕτω δὲ τῶν ἀντικειμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται. Ταῦτα ἀπὸ τοῦ ζʹ λόγου τῆ Εὐεβίου τοῦ Παλαι τιναίου εὐαγγελικῆ

 γενέσεως αὐτῶν· καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν τούσδε μέν τινας προέγνω καὶ προώρισεν συμμόρ φους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλλο

 ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδὼς οὐαὶ αὐτῷ ἔσεσθαι ἐὰν μὴ εὐαγγελίσηται, φό

 πραγμάτων διδασκόντων δεῖν ἡμᾶς μὲν αἱρεῖσθαι δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ἀνδρείαν καὶ τὰς κατ' αὐτὰς πράξεις, ἐκκλίνειν δὲ τὰ τούτοις

 ἐπιτελοῦντες κατ' αὐτὸ τὸ ἐνεργεῖν ἀγαθὰ ἐποίουν τοῖς ἀνθρώποις καὶ κακῶν αὐτοὺς ἀπήλλαττον. διαβήσονται δὲ οἱ τὰ τοιαῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντ

 ἀργύριον γὰρ αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ ὁ δίκαιος καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβε· καί· Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. καὶ κατὰ τὸν Ἰεζεκιὴ

 προνοίας, κατὰ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ φορὰν αὐτάρκους ὑετοῦ· οὕτω τὸ τοῦ λογικοῦ ἀγαθὸν μικτόν ἐστιν ἔκ τε τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς συμπνεού

 θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρ δίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· καὶ πῶ

 ἀπολλυμένης. πευστέον μέντοι γε καὶ τοῦτο, διὰ τὸ καταχρώμενον τὸν ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνε

 ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν τὸν δέον ὑγιάζειν ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα· οὕτως οἶμαι καὶ τὸν θεὸν εἰρηκέναι τό· Ἐγὼ δὲ σκληρυ

 κολάσαι αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβεννὴρ υἱὸν Νὴρ, καὶ ἀπο κτεῖναι διὰ τὰ ἐπταισμένα· εἶτα ἐπιφέρει· Καὶ κατάξεις αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδ

 παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος. τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ ὁ θεὸς καὶ ἐκπειράζει, ἵνα διαγνωσθῇ τὰ ἐν τῇ ἑκάστου κα

 τῆς λέξεως ἐσκληρύνθαι τὴν καρδίαν Φαραώ· πῶς δίκαιος ὁ σκληρύνας τε τὴν καρδίαν τοῦ βασιλέως ἵνα μὴ ἐξαποστείλῃ τὸν λαὸν αὐτοῦ, καὶ ἀπειλῶν εἰ μὴ ἀπο

ὀρφανούς· Κλήμης δὲ πέμψει εἰς τὰς ἔξω πόλεις· σὺ δὲ ἀναγγελεῖς τοῖς πρεσβυτέροις τῆς ἐκκλησίας. Γραπτὴ μὲν γὰρ, ἡ νουθετοῦσα τὰς χήρας καὶ τοὺς ὀρφανοὺς, αὐτὸ ψιλόν ἐστι τὸ γράμμα, νουθετοῦν τοὺς παῖδας τὰς ψυχὰς, καὶ μηδέπω πατέρα θεὸν ἐπιγρά ψασθαι δυναμένους, καὶ διὰ τοῦτο ὀρφανοὺς καλουμένους· νουθετοῦν δὲ καὶ τὰς μηκέτι μὲν τῷ παρανόμῳ νυμφίῳ χρω μένας, χηρευούσας δὲ τῷ μηδέπω ἀξίας αὐτὰς τοῦ νυμφίου γεγονέναι. Κλήμης δὲ, ὁ ἤδη τοῦ γράμματος ἐξιστάμενος, εἰς τὰς ἔξω πόλεις λέγεται πέμπειν τὰ λεγόμενα, ὡς εἰ λέγοιμεν τὰς ἔξω τῶν σωματικῶν καὶ τῶν κάτω νοημάτων τυγχανούσας ψυχάς. οὐκέτι δὲ διὰ γραμμάτων, ἀλλὰ διὰ λόγων ζώντων, αὐτὸς ὁ μαθητὴς τοῦ πνεύματος προστάσ σεται ἀναγγέλλειν τοῖς τῆς πάσης ἐκκλησίας τοῦ θεοῦ πρεσβυτέροις πεπολιωμένοις ὑπὸ φρονήσεως. 1.12 Ἀλλ' ἐπεί εἰσί τινες γραφαὶ τὸ σωματικὸν οὐδα μῶς ἔχουσαι, ὡς ἐν τοῖς ἑξῆς δείξομεν, ἔστιν ὅπου οἱονεὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα τῆς γραφῆς μόνα χρὴ ζητεῖν. καὶ τάχα διὰ τοῦτο αἱ ἐπὶ καθαρισμῷ τῶν Ἰουδαίων ὑδρίαι κεῖσθαι λεγόμεναι, ὡς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἀνέ γνωμεν, χωροῦσιν ἀνὰ μετρητὰς δύο ἢ τρεῖς· αἰνισσομένου τοῦ λόγου περὶ τῶν παρὰ τῷ ἀποστόλῳ ἐν κρυπτῷ Ἰου δαίων, ὡς ἄρα οὗτοι καθαρίζονται διὰ τοῦ λόγου τῶν γρα φῶν, ὅπου μὲν δύο μετρητὰς, τὸν ἵν' οὕτως εἴπω ψυχικὸν καὶ τὸν πνευματικὸν λόγον χωροῦντος· ὅπου δὲ τρεῖς, ἐπεί τινες ἔχουσι πρὸς τοῖς προειρημένοις καὶ τὸ σωματικὸν οἰκοδομῆσαι δυνάμενον. ἓξ δὲ ὑδρίαι εὐλόγως εἰσὶ τοῖς ἐν κόσμῳ καθαριζομένοις, γεγενημένῳ ἐν ἓξ ἡμέραις ἀριθμῷ τελείῳ. 1.13 Ἀπὸ μὲν οὖν τῆς πρώτης ἐκδοχῆς καὶ κατὰ τοῦτο ὠφελούσης ὅτι ἔστιν ὄνασθαι, μαρτυρεῖ τὰ πλήθη τῶν γνησίως καὶ ἁπλούστερον πεπιστευκότων· τῆς δὲ ὡς ἂν εἰς ψυχὴν ἀναγομένης διηγήσεως παράδειγμα τὸ παρὰ τῷ Παύλῳ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους κείμενον. Γέγραπται γάρ φησιν· οὐ φιμώσεις βοῦν ἀλοῶντα. ἔπειτα διηγού μενος τοῦτον τὸν νόμον ἐπιφέρει· Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν. καὶ πλεῖσται δὲ περιφερόμεναι τοῖς πλήθεσιν ἁρμόζουσαι ἑρμηνεῖαι, καὶ οἰκοδομοῦσαι τοὺς ὑψηλοτέρων ἀκούειν μὴ δυναμένους, τὸν αὐτόν πως ἔχουσι χαρακτῆρα. πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων ἐπουρανίων ὑποδείγματι καὶ σκιᾷ οἱ κατὰ σάρκα Ἰουδαῖοι ἐλάτρευον, καὶ τίνων μελ λόντων ἀγαθῶν ὁ νόμος ἔχει σκιάν. καὶ ἁπαξαπλῶς ἐπὶ πάντων, κατὰ τὴν ἀποστολικὴν ἐπαγγελίαν, ζητητέον σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν τῶν δικαίων, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε. φησὶ δέ που ὁ αὐτὸς ἀπόστολος, χρησάμενός τισι ῥητοῖς ἀπὸ τῆς Ἐξόδου καὶ τῶν Ἀριθμῶν, ὅτι Ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ δι' ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. καὶ ἀφορμὰς δίδωσι τοῦ τίνων ἐκεῖνα τύποι ἐτύγχανον, λέγων· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ χριστός. καὶ τὰ περὶ τῆς σκηνῆς δὲ ἐν ἑτέρᾳ ἐπιστολῇ ὑπογράφων ἐχρήσατο τῷ· Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. ἀλλὰ μὴν καὶ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ, οἱονεὶ ὀνειδίζων τοῖς ἀναγινώσκειν νομίζουσι τὸν νόμον καὶ μὴ συνιεῖσιν αὐτὸν, μὴ συνιέναι κρίνων ἐκείνους, ὅσοι μὴ ἀλληγορίας εἶναι ἐν τοῖς γεγραμμένοις νομίζουσι· Λέγετέ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας· ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, καὶ τὰ ἑξῆς. παρατηρητέον γὰρ ἕκαστον τῶν εἰρημένων ὑπ' αὐτοῦ, ὅτι φησίν· Οἱ ὑπὸ νόμον θέλοντες εἶναι, οὐχί· Οἱ ὑπὸ τὸν νόμον ὄντες· καί· Τὸν νόμον οὐκ ἀκούετε; τοῦ ἀκούειν ἐν τῷ νοεῖν καὶ γινώσκειν κρινομένου. καὶ ἐν τῇ πρὸς Κολασσαεῖς δὲ ἐπιστολῇ, διὰ βραχέων τὸ βούλημα τῆς πάσης ἐπιτεμ νόμενος νομοθεσίας, φησί· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ