λόγον, ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὧν ἐστὶ σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. Φασὶ τοίνυν οἱ περὶ ταῦτα δεινοὶ τὸν μέλλοντα τὰ κατὰ τὴν γενεθλιαλογίαν ἀκριβῶς καταλαμβάνειν <δεῖν> εἰδέναι οὐ μόνον τὸ κατὰ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλού μενος ἀστήρ, ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ κατὰ ποίου ἐξηκοστοῦ· οἱ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἑξηκοστοῦ τοῦ ἑξηκοστοῦ. Καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ' ἑκάστου τῶν πλανωμένων, ἐξετάζοντα τὴν σχέσιν τὴν πρὸς τοὺς ἀπλανεῖς. Πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει, φασίν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπ' αὐτοῦ, ἀλλὰ καὶ τὴν μοῖραν καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν. Πῶς τοίνυν τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δωδεκατημορίου περιεχούσης δύναταί τις λαβεῖν τὸ ἑξηκοστόν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε φέρε εἰπεῖν εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρᾳ τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτρια κοστῷ; Παραπολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τὸ μεταξὺ ἀκαριαῖον ὥρας ἐστί, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ' αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖνοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων, καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκέναι. Οὐδεὶς γὰρ δύναται λέγειν ὅτι μεταξὺ τῆς τοῦδε γενέσεως πρὸς τὴν τοῦδε ἐστὶν ὥρας τριακοστόν. Ἀλλ' ἔστω συγκεχωρημένα αὐτοῖς τὰ κατὰ τὸ ἐκλαμβάνειν τὴν ὥραν. 23.18 Φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸν ζωδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς δι' ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων· ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος· τὰ δὲ ἀποτελέσματά φασιν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος, ἀλλ' ἐκ τοῦ νοητοῦ ζῳδίου· ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι. Ἔστω δὴ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές, ἀλλὰ τήν γε σύγκρασιν παρ' αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολογήσουσιν οὐχ οἷοί τε σῶσαι κατ' ἀξίαν, ἀμαυρουμένου τοῦ δηλουμένου φέρε εἰπεῖν χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου· πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδι ζομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι, χειρόνων ὄντα σημαντικόν. Καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλ' εἰ ἄρα μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. Εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν. Καὶ Ἠσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγγελλομένων· «Στήτω σαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, ἀναγ γειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.» ∆ιὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν, ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν. 23.19 Νῦν γάρ, ὡς πρὸς τὴν λέξιν, τὸ προφητικὸν ἐξει λήφαμεν. Εἰ δέ φησιν ὁ Ἰακὼβ ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἂν ἡμῖν ὅτι ἐναντία οἷς εἰρήκαμεν δηλοῦται διὰ τῆς γραφῆς· ἐλέγομεν γὰρ ἄνθρωπον ἀκατα λήπτως ἔχειν τῶν σημείων, ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα ὅτι οἱ καθ' ἡμᾶς σοφοί, πνεύματι περισσοτέρῳ χρησάμενοι